1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

διᾴττουσα. Εἰ μὲν οὖν νῦν μεταπεισθεῖεν, καὶ, τῆς πολλῆς παυσά μενοι πλάνης καὶ μέθης, μεταδιώξαιεν τὴν ἀλή θειαν, τάχα ἄν τι γένοιτο κέρδος αὐτοῖς καὶ τοῦ πτώ ματος· ἐπειδὴ καὶ τὸ παιδευθῆναι πολλάκις εἰς καλὸν τοῖς πάσχουσιν· εἰ δ' ἐπὶ τῆς αὐτῆς μένοιεν γνώμης, καὶ περιέχοιντο τῶν εἰδώλων ἔτι, μηδὲ, ὃ καὶ τοὺς ἠλιθίους παιδεύει, σωφρονισθεῖεν τῇ συμφορᾷ. Τὴν μὲν Ἱερουσαλὴμ θρηνεῖ τοσοῦτον Ἱερεμίας, ὥστε καὶ τοῖς ἀψύχοις διακελεύεται θρῆνον, καὶ τῶν τειχῶν προκαλεῖται δάκρυον. Τούτοις δὲ τίς εὑρεθήσεται θρῆνος ἐπάξιος; Ἢ τίς ἂν ὀδύραιτο τὰ παρόντα, ἀφεὶς τὰ τῆς μελλούσης δακρύειν κο λάσεως, ἀνθ' ὧν ἠφρονεύσαντο, καὶ ἐμακρύνθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς λατρεύουσι τῷ Θεῷ ἐπαν έστησαν, καὶ χεῖρα ἐπανετείναντο δυσσεβῆ καὶ τοιούτων κακῶν ἀξίαν;

ΚΘʹ. Τοῦτο μὲν οὖν, ὅπη τῷ Θεῷ φίλον, οὕτως ἐχέτω. Τίς οἶδεν εἰ ὁ λύων τοὺς πεπεδημένους Θεὸς, καὶ ἀνάγων ἐκ τῶν πυλῶν τοῦ θανάτου τὸν βαρύν τε καὶ κάτω νεύοντα, ὁ μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ τὸν θάνα τον, ἀλλὰ τὴν ἐπάνοδον, ὁ καὶ ἡμᾶς καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου φωτίσας καὶ συνετί σας, καὶ τούτους ποτὲ ἀναλήψεται, καὶ ποιμανεῖ 35.701 τῇ ποιμαντικῇ ῥάβδῳ, τὴν βαρεῖαν καὶ σιδηρᾶν κα ταθέμενος; Ἐμοὶ δὲ πάλιν πρὸς τὸν αὐτὸν ἐπινίκιον ἀναδραμεῖται ὁ λόγος· Ἔπεσε Βὴλ, συνετρίβη ∆αγὼν, ἕλη ἐγένετο ὁ Σαρὼν, κατῃσχύνθη ὁ Λίβα νος. Οὐκ ἔτι εἴπωσι τῷ μωρῷ ἄρχειν, τῷ ἀκι νήτῳ καὶ ἀναισθήτῳ τῶν εἰδώλων συντάγματι· οὐδὲ ζητήσουσι μυῖαν θεὸν Ἀκκαρὼν, ἢ εἴ τι ταύτης ἐστὶ γελοιότερον· οὐκ ἔτι τὰ ἄλση περινοήσουσι καὶ τὰ ὑψηλὰ, καὶ πᾶν ὄρος εὔκομον καὶ κατάσκιον· οὐκ ἔτι θύσουσι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις, ὅπερ πάλαι ὁ Ἰσραὴλ ὑπὸ τῶν προφητῶν ὠνειδίζετο. Ἀλλὰ τί τούτων ἐμοί; Πρὸς τὰ παρόντα καὶ ἡμέτερα τρέψομαι. Οὐκ ἔτι τοῖς ἱεροῖς οἴκοις ἡμῶν πονηρὸν ἐμβλέψουσιν· οὐκ ἔτι μιανοῦσιν αἵματι μιαρῷ τὰ τῆς καθαρωτάτης καὶ ἀναι μάκτου θυσίας ἐπώνυμα θυσιαστήρια· οὐδὲ βω μοῖς ἀθέοις τὰ ἄβατα καταισχυνοῦσιν· οὐκ ἔτι συλήσουσι καὶ βεβηλώσουσιν ἀναθήματα, πλεονεξίαν ἀσεβείᾳ μίξαντες· οὐκ ἔτι καθυβρίσουσι πολιὰν ἱερέων, σεμνότητα διακόνων, αἰδὼ παρθένων· οὐκ ἔτι σπλάγχνοις ἁγίων ἀνατμηθέντων ἐπ αφήσουσι συῶν μιαρίαν, ἵν' ὁμοῦ τε τῆς τροφῆς καὶ τῶν σπλάγχνων ἐμφορηθῶσιν· οὐκ ἔτι προσάξουσι πῦρ μαρτύρων μνήμασιν, ὡς ἄλλων ἐφέξοντες ἄθλησιν ταῖς κατ' αὐτῶν ἀτιμίαις· οὐκ ἔτι πυρὶ κατ αναλώσουσιν ἁγίων λείψανα, ὀστοῖς ἀτιμοτάτοις συνατιμάσαντες, καὶ τοῖς ἀνέμοις δώσουσιν, ἵνα καὶ τῆς ὀφειλομένης τιμῆς τοῖς τοιούτοις ἀποστερήσω σιν· οὐκ ἔτι καθέδραν λοιμῶν συγκροτήσαν τες, ταῖς κατ' ἐπισκόπων, καὶ πρεσβυτέρων, ἔτι δὲ καὶ προφητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Χριστοῦ βλασφημίαις ἐντρυφήσουσιν· οὐκ ἔτι πανη γυρίσουσι καθ' ἡμῶν, νόμῳ τῆς κιβδήλου παιδεύσεως ἀποκλείσαντες, ὡς ὁμοῦ τούτῳ καὶ τὰς γλώσσας ἡμῶν ἐμφράξοντες.

Λʹ. ∆ός μοι τοὺς λόγους σου τοὺς βασιλικούς τε καὶ σοφιστικοὺς, τοὺς ἀφύκτους συλλογισμούς σου καὶ τὰ ἐνθυμήματα· ἴδωμεν οἷα καὶ παρ' ἡμῖν οἱ ἁλιεῖς καὶ ἄγροικοι φθέγγονται. Μετάστησον ἦχον ᾠδῶν 35.704 σου, καὶ ψαλμὸν ὀργάνων σου, διακελεύεταί σοι προφήτης ἐμός· ᾀδέτω δὲ αὖθις σὺν ἐλευθερίᾳ ∆αβὶδ, ὁ τὸν ὑψηλὸν Γολιὰθ λίθοις μυστικοῖς καταβα λὼν, ὁ διὰ τῆς πραότητος νικήσας πολλοὺς, καὶ διὰ τῆς πνευματικῆς ἁρμονίας θεραπεύσας Σαοὺλ τὸν τῷ πονηρῷ δαίμονι συμπνιγόμενον. Σβεσάτω τὸ πῦρ ὁ δᾳδοῦχος· ἁπτέτωσαν τῷ νυμφίῳ αἱ φρόνιμοι καὶ ἱεραὶ παρθένοι τὰς ἑαυτῶν λαμπάδας· ἀποθέσθω τὴν πορνικὴν ἱεροφάντης στολήν· ἱερεῖς ἐνδύσασθε δικαιοσύνην, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ τὸν μέγαν καὶ ἄσπιλον χιτῶνα Χρι στὸν, τὸ ἡμέτερον κόσμημα.