10
συνέστης, ἵν' εἰκὼν ᾖς 36.205 Θεοῦ, καὶ τῷ χείρονι συνδεθῇς, καὶ τί τὸ κινῆσάν σε, τίς ἡ περὶ σὲ σοφία καὶ τί τῆς φύσεως τὸ μυστή ριον· πῶς μετρῇ τόπῳ, καὶ νοῦς οὐχ ὁρίζεται, ἀλλ' ἐν ταυτῷ μένων πάντα ἐπέρχεται· πῶς ὄψις ὀλίγη, καὶ ἐπιπλεῖστον φθάνουσα, καὶ πότερον πα ραδοχή τίς ἐστι τοῦ ὀφθέντος, ἢ πρὸς ἐκεῖνο διά βασις· πῶς τὸ αὐτὸ καὶ κινεῖ, καὶ κινεῖται, διὰ βουλήσεως κυβερνώμενον· τίς δαὶ παῦλα κινήσεως· τίς ὁ τῶν αἰσθήσεων μερισμὸς, καὶ πῶς διὰ τούτων ὁ νοῦς ὁμιλεῖ τοῖς ἔξω, καὶ τὰ ἔξωθεν παραδέ χεται· πῶς ἀναλαμβάνει τὰ εἴδη· καὶ τίς ἡ τήρησις τοῦ ἀναληφθέντος, ἢ μνήμη· καὶ τίς ἡ τοῦ ἀπελ θόντος ἀνάληψις, ἢ ἀνάμνησις· πῶς λόγος νοῦ γέν νημα, καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοῒ, καὶ πῶς λόγῳ νόημα διαδίδοται· πῶς τρέφεται διὰ ψυχῆς σῶμα, καὶ πῶς ψυχὴ διὰ σώματος κοινωνεῖ πάθους· πῶς πήγνυσι φόβος, καὶ λύει θάρσος, καὶ συ στέλλει λύπη, καὶ διαχεῖ ἡδονὴ, καὶ τήκει φθόνος, καὶ μετεωρίζει τῦφος, καὶ κουφίζει ἐλπίς· πῶς ἐκ μαίνει θυμὸς, καὶ αἰδὼς ἐρυθραίνει δι' αἵματος, ὁ μὲν ζέσαντος, ἡ δὲ ἀναχωρήσαντος· καὶ πῶς οἱ χα ρακτῆρες τῶν παθῶν ἐν τοῖς σώμασι· τίς ἡ τοῦ λογισμοῦ προεδρία, καὶ πῶς πᾶσι τούτοις ἐπιστατεῖ καὶ ἡμεροῖ τὰ τῶν παθῶν κινήματα· πῶς αἵματι κρατεῖται καὶ πνοῇ τὸ ἀσώματον· καὶ πῶς ἡ τού των ἔκλειψις, ψυχῆς ἐστιν ἀναχώρησις. Ταῦτα, ἢ τούτων τι κατανόησον, ὦ ἄνθρωπε· οὔπω γὰρ λέγω φύσιν, ἢ κίνησιν οὐρανοῦ, καὶ τάξιν ἀστέρων, καὶ μίξιν στοιχείων, καὶ ζώων διαφορὰς, καὶ δυνάμεων οὐρανίων ὑποβάσεις καὶ ὑπερθέσεις, καὶ πάντα εἰς ὅσα ὁ δημιουργικὸς λόγος καταμερίζεται, καὶ λόγους προνοίας καὶ διοικήσεως· καὶ τότε οὔπω λέγω, Θάῤῥησον· ἀλλ', Ἔτι φοβήθητι προσβῆναι τοῖς ὑψηλοτέροις, καὶ τοῖς μᾶλλον ὑπὲρ τὴν σὴν δύ ναμιν.
ΚΗʹ. Μάλιστα μὲν γὰρ, γυμνασία τῆς περὶ τὰ μείζω φιλονεικίας, ἅπας λόγος δύσερις καὶ φιλό τιμος· καὶ δεῖ, καθάπερ τοὺς παῖδας πλάττο μεν ἐν τοῖς πρώτοις ἤθεσιν, ἵνα τὴν ὕστερον μοχθη ρίαν φύγωσιν· οὕτω δὴ καὶ τῷ λόγῳ, μηδὲ περὶ τὰ μικρὰ φαίνεσθαι θρασὺν καὶ ἀπαίδευτον, ἵνα μὴ περὶ τὰ μείζω τῇ μελέτῃ καταχρησώμεθα. Ῥᾷον γὰρ ἀπ' ἀρχῆς μὴ ἐνδοῦναι κακίᾳ, καὶ προσιοῦσαν διαφυγεῖν, ἢ προβαίνουσαν ἀνακύψαι καὶ φανῆναι ταύτης ἀνώτερον· ὥσπερ καὶ πέτραν ἀπ' ἀρ χῆς ἐρεῖσαι καὶ κατασχεῖν, ἢ φερομένην ἀνώσα σθαι. Εἰ δὲ ἀπληστότερος εἶ, καὶ κατέχειν τὴν 36.208 νόσον ἀδυνατεῖς, ταῦτα μελέτα, ἐν τούτοις ἴσθι· κενούσθω σοι τὸ φιλότιμον ἐν τοῖς ἀκινδύ νοις.
ΚΘʹ. Οὐ δέχῃ τοῦτο, οὐδὲ ἡ γλῶσσά σου χαλινὸν ἔχει, οὐδὲ κρείττων εἶ τῆς φορᾶς, δεῖ δὲ ἀπονοεῖ σθαι πάντως, καὶ ταῖς πρώταις δυνάμεσι μὴ ὑφ ίεσθαι, εἴπερ μὴ κἀκείναις μέτρον ἐστὶ τῆς γνώσεως, καὶ πλέον εἶναι μέγαν, ἢ ὅσον συμφέρον· σὺ δὲ μὴ κατακρίνῃς τὸν ἀδελφὸν, μηδὲ τὴν δειλίαν ἀσέβειαν ὀνομάσῃς, μηδὲ ἀπέλθῃς προπετῶς καταγνοὺς, ἢ ἀπογνοὺς, ὁ τὴν ἐπιείκειαν ὑπισχνούμενος. Ἀλλ' ἐνταῦθά μοι φάνηθι ταπεινὸς, ἕως ἔξεστιν· ἐνταῦθα τὸν ἀδελφὸν προτίμησον, μὴ μετὰ τῆς σεαυτοῦ βλάβης, ἔνθα τὸ κατακρῖναι καὶ ἀτιμάσαι, ἐκβαλεῖν ἐστι Χριστοῦ καὶ τῆς μόνης ἐλπίδος, καὶ τὸν λανθάνοντα σῖτον, καὶ σῖτον ἴσως σου τιμιώτερον συνεκκόψαι τοῖς ζιζανίοις. Ἀλλὰ τὸ μὲν, ἐκεῖνον διόρθωσαι, καὶ τοῦτο πράως καὶ φιλανθρώπως, μὴ ὡς ἐχθρὸς, μηδὲ ὡς ἀπότομος ἱατρὸς, μηδὲ ὡς ἓν τοῦτο μόνον εἰδὼς τὴν καῦσιν καὶ τὴν τομήν· τὸ δὲ, σεαυτοῦ κατάγνωθι. καὶ τῆς ἀσθενείας τῆς σῆς. Τί γὰρ εἰ λημῶν. ἢ ἄλλο τι πάσχων τὰς ὄψεις, ἀμυδρὸν βλέπεις τὸν ἥλιον; Τί δαὶ εἰ στρέφεσθαί σοι τὸ πᾶν δοκεῖ, ναυτιῶντι τυχὸν, ἢ μεθύοντι, καὶ τὴν σὴν ἄγνοιαν ἑτέρων ὑπολαμβάνεις; Πολλὰ δεῖ στραφῆναι καὶ παθεῖν, πρὶν ἄλλου καταγνῶναι δυσσέβειαν.
Λʹ. Οὐκ ἔστιν ἴσον φυτὸν ἐκτεμεῖν, ἢ ἄνθος τι τῶν προσκαίρων, καὶ ἄνθρωπον. Εἰκὼν εἶ Θεοῦ, καὶ εἰκόνι Θεοῦ διαλέγῃ, καὶ κρίνῃ αὐτὸς ὁ κρίνων· καὶ κρίνεις ἀλλότριον οἰκέτην, καὶ ὃν ὁ ἄλλος οἰκονομεῖ. Οὕτω δοκίμαζε τὸν ἀδελφόν