1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

θεατρίζει τὸ κάλλος τοῖς ἐρασταῖς μετὰ σοβαροῦ τοῦ βαδίσματος; ἡ μὲν οὖν θεία γραφὴ καὶ γυναικῶν θαυμάζει σοφίαν τὴν ἐν ὑφάσ μασι, Τίς ἔδωκε, λέγουσα, γυναιξὶν ὑφάσματος σοφίαν καὶ ποικιλτι κὴν ἐπιστήμην; ζώου λογικοῦ τοῦτο, καὶ περιττοῦ τὴν σοφίαν, καὶ μέχρι τῶν οὐρανίων ὁδεύοντος.

25 Σὺ δέ μοι θαύμασον καὶ ἀλόγων φυσικὴν σύνεσιν, καὶ τοὺς λόγους παράστησον. πῶς μὲν ὄρνισι καλιαὶ πέτραι τε καὶ δένδρα καὶ ὄροφοι, εἰς ἀσφάλειάν τε ὁμοῦ καὶ κάλλος ἐξησκημέναι, καὶ τοῖς τρεφομένοις ἐπιτηδείως; πόθεν δὲ μελίσσαις τε καὶ ἀράχναις τὸ φιλεργὸν καὶ φιλότεχνον, ἵνα ταῖς μὲν τὰ κηρία πλέκηται καὶ συνέχηται δι' ἑξαγώνων συρίγγων καὶ ἀντιστρόφων, καὶ τὸ ἑδραῖον αὐταῖς διὰ τοῦ μέσου διατειχίσματος καὶ ἀλλαγῆς ἐπιπλεκομένων ταῖς εὐθείαις τῶν γωνιῶν πραγματεύηται, καὶ ταῦτα ἐν ζοφεροῖς οὕτω τοῖς σίμβλοις καὶ ἀοράτοις τοῖς πλάσμασιν· αἱ δὲ διὰ λεπτῶν οὕτω καὶ ἀερίων σχεδὸν τῶν νημάτων πολυειδῶς διατεταμένων πολυπλόκους τοὺς ἱστοὺς ἐξυφαίνωσι, καὶ ταῦτα ἐξ ἀφανῶν τῶν ἀρχῶν, οἴκησίν τε ὁμοῦ τιμίαν, καὶ θήραν τῶν ἀσθενεστέρων εἰς τροφῆς ἀπόλαυσιν; ποῖος Εὐκλείδης ἐμιμήσατο ταῦτα, γραμμαῖς ἐμφιλοσοφῶν ταῖς οὐκ οὔσαις, καὶ κάμνων ἐν ταῖς ἀποδείξεσι; τίνος Παλαμήδους τακτικὰ κινήματά τε καὶ σχήματα γεράνων, ὥς φασι, καὶ ταὐτὰ παιδεύματα κινουμένων ἐν τάξει, καὶ μετὰ ποικίλης τῆς πτήσεως; ποῖοι Φειδίαι καὶ Ζεύξιδες καὶ Πολύγνωτοι, Παρράσιοί τέ τινες καὶ Ἀγλαοφῶντες, κάλλη μεθ' ὑπερβολῆς γράφειν καὶ πλάττειν εἰδότες; τίς Κνώσσιος ∆αιδάλου χορὸς ἐναρ μόνιος, νύμφῃ πονηθεὶς εἰς κάλλους περιουσίαν, ἢ λαβύρινθος Κρητικὸς δυσδιέξοδος καὶ δυσέλικτος, ποιητικῶς εἰπεῖν, καὶ πολ λάκις ἀπαντῶν ἑαυτῷ τοῖς τῆς τέχνης σοφίσμασι; καὶ σιωπῶ μυρμήκων ταμιεῖά τε καὶ ταμίας, καὶ θησαυρισμὸν τροφῆς τῷ καιρῷ σύμμετρον, τἄλλα τε ὅσα περὶ ὁδῶν καὶ περὶ ἡγουμένων καὶ τῆς ἐν τοῖς ἔργοις εὐταξίας ἔγνωμεν ἱστορούμενα.

26 Εἰ τούτων ἐφικτὸς ὁ λόγος σοι, καὶ τὴν περὶ ταῦτα σύνεσιν ἔγνως, σκέψαι καὶ φυτῶν διαφοράς, μέχρι καὶ τῆς ἐν φύλλοις φιλοτεχνίας πρὸς τὸ ἥδιστόν τε ἅμα ταῖς ὄψεσι καὶ τοῖς καρποῖς χρησιμώτατον. σκέψαι μοι καὶ καρπῶν ποικιλίαν καὶ ἀφθονίαν, καὶ μάλιστα τῶν ἀναγκαιοτάτων τὸ κάλλιστον. καὶ σκέψαι μοι καὶ δυνάμεις ῥιζῶν καὶ χυμῶν καὶ ἀνθέων καὶ ὀδμῶν, οὐχ ἡδίστων μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐπιτηδείων, καὶ χρωμάτων χάριτας καὶ ποιότητας. ἔτι δὲ λίθων πολυτελείας καὶ διαυγείας· ἐπειδή σοι πάντα προὔθηκεν, ὥσπερ ἐν πανδαισίᾳ κοινῇ, ὅσα τε ἀναγκαῖα, καὶ ὅσα πρὸς ἀπόλαυσιν, ἡ φύσις· ἵν', εἰ μή τι ἄλλο, ἐξ ὧν εὐεργετῇ, γνωρίσῃς θεόν, καὶ τῷ δεῖσθαι γένῃ σεαυτοῦ συνετώτερος. ἐντεῦθεν ἔπελθέ μοι γῆς πλάτη καὶ μήκη, τῆς κοινῆς πάντων μητρός, καὶ κόλπους θαλαττίους ἀλλήλοις τε καὶ τῇ γῇ συνδεομένους, καὶ ἀλσῶν κάλλη, καὶ ποταμούς, καὶ πηγὰς δαψιλεῖς τε καὶ ἀενάους, οὐ μόνον ψυχρῶν καὶ ποτίμων ὑδάτων, καὶ τῶν ὑπὲρ γῆς, ἀλλὰ καὶ ὅσαι ὑπὸ γῆν ῥέουσαι, καὶ σήραγγάς τινας ὑποτρέχουσαι, εἶτ' ἐξωθούμεναι βιαίῳ τῷ πνεύματι καὶ ἀντιτυπούμεναι, εἶτ' ἐκπυρού μεναι τῷ σφοδρῷ τῆς πάλης καὶ τῆς ἀντιθέσεως, ὅπη παρείκοι κατὰ μικρὸν ἀναρρήγνυνται, καὶ τὴν τῶν θερμῶν λουτρῶν χρείαν ἐντεῦθεν ἡμῖν χαρίζονται πολλαχοῦ τῆς γῆς, καὶ μετὰ τῆς ἐναντίας δυνάμεως ἰατρείαν ἄμισθον καὶ αὐτόματον. εἰπὲ πῶς καὶ πόθεν ταῦτα. τί τὸ μέγα τοῦτο καὶ ἄτεχνον ὕφασμα. οὐχ ἧττον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ' ἕκαστον θεωρούμενα; πῶς γῆ μὲν ἕστηκε παγία καὶ ἀκλινής; ἐπὶ τίνος ὀχουμένη, καὶ τίνος ὄντος τοῦ ὑπερείδοντος; καὶ τίνος ἐκεῖνο πάλιν; οὐδὲ γὰρ ὁ λόγος ἔχει, ἐφ' ὃ ἐρεισθῇ, πλὴν τοῦ θείου θελήματος. καὶ πῶς ἡ μὲν εἰς ὀρῶν κορυφὰς ἀνηγμένη, ἡ δὲ εἰς πεδία καθεζομένη, καὶ τοῦτο πολυει δῶς καὶ ποικίλως, καὶ ταῖς κατ' ὀλίγον ἐναλλαγαῖς μεθισταμένη, πρός τε τὴν χρείαν ἐστὶν ἀφθονωτέρα, καὶ τῷ ποικίλῳ χαριεστέρα; καὶ ἡ μὲν εἰς οἰκήσεις νενεμημένη, ἡ δὲ ἀοίκητος, ὅσην αἱ ὑπερ βολαὶ