1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

δικαστήριον; εἰ δέ τις ἀκριβὴς γένοιτο δικαστὴς τῶν ἀνθρωπίνων πλημμελημάτων καὶ σκοπήσειεν ἐπιμελῶς, πόθεν φύονται αἱ πρῶται τῆς ἁμαρτίας αἰτίαι, τάχα πρῶτον ἀτακτοῦν ἐν τοῖς ἐγκλήμασιν εὑρήσει τὸ σῶμα. ἠρεμούσης γὰρ πολλάκις τῆς ψυχῆς καὶ γαλήνην ἐχούσης ἀτάραχον εἶδεν ὁ ὀφθαλμὸς ἐμπαθῶς, ἃ μὴ θεάσασθαι βέλτιον ἦν, καὶ τῇ ψυχῇ παραπέμψας τὴν νόσον εἰς χειμῶνα καὶ κλύδωνα τὴν ἡσυχίαν μετέβαλεν. ὁμοίως αἱ ἀκοαὶ ἀσχημόνων τινῶν ἢ παροξυντικῶν ἐπακούσασαι λόγων οἷον διά τινων σωλήνων ἑαυτῶν τὸν τῆς ταραχῆς ἢ τὸν τῆς ἀκοσμίας βόρβορον τοῖς λογισμοῖς ἐπεισφέρουσιν. ἔστι δὲ ὅτε καὶ ἡ ῥὶς διὰ τῆς ὀσφρήσεως καὶ τῶν ἀτμῶν μεγάλα τε καὶ ἀνήκεστα κακὰ † διατίθησι τὸν ἔσωθεν ἄνθρωπον. οἴδασι δὲ καὶ αἱ χεῖρες διὰ τῆς ἐπαφῆς καρτερᾶς ψυχῆς ἐκθηλύνειν στερρότητα. καί μοι κατὰ μικρὸν οὕτως ἐπιόντι καὶ σκοπουμένῳ ὑπαίτιον εὑρίσκεται τῶν πολλῶν ἁμαρτιῶν τὸ σωμάτιον. Φέρει δὲ καὶ τοὺς ὑπὲρ ἀρετῆς πόνους καὶ τοῖς ἀγῶσιν 9.268 ἐμμοχθεῖ τῶν καλῶν τεμνόμενον σιδήρῳ καὶ πυρὶ φλεγόμενον καὶ ξαινόμενον μάστιξι καὶ βαρυνόμενον ἀργαλέοις δεσμοῖς καὶ πᾶσαν ὑπομένον λώβην, ἵνα μὴ προδῷ τὴν ἱερὰν φιλοσο φίαν ὥσπερ τινὰ πόλιν καλλίπυργον κεκυκλωμένην τῷ τῆς κακίας πολέμῳ. εἰ τοίνυν ἐν κατορθώμασι συμμοχθεῖ τῇ ψυχῇ καὶ ἐν ἁμαρτήμασιν οὐκ ἀπολιμπάνεται, πόθεν ὁρμώ μενος μόνην τὴν ἀσώματον ἐπὶ τὸ δικαστήριον ἄγεις; ἀλλ' οὐκ ἔστιν οὔτε δίκαιος οὔτε σωφρονούντων ὁ λόγος. εἰ μόνη καὶ γυμνὴ διήμαρτε, μόνην καὶ κόλασον, εἰ δὲ φανερὸν ἔχει τὸν συνεργόν, οὐκ ἀφήσει τοῦτον ὁ κριτὴς δίκαιος ὤν. ἐγὼ δὲ καὶ τοῦτο τῆς γραφῆς ἀκούω λεγούσης, ὅτι τοῖς κατεγνωσμένοις ἐπιτεθήσονται δίκαιαι τιμωρίαι πῦρ καὶ σκότος καὶ σκώληξ· ἃ πάντα τῶν συνθέτων καὶ ὑλικῶν σωμάτων κολάσεις εἰσίν, ψυχῆς δὲ καθ' ἑαυτὴν οὔποτ' ἂν ἅψαιτο πῦρ οὐδ' ἂν σκότος αὐτὴν λυπήσειεν ἀμοιροῦσαν ὀφθαλμῶν καὶ τῶν βλεπτικῶν ὀργάνων. τί δ' ἂν καὶ ὁ σκώληξ πράξειε σωμάτων ὑπάρχων φθαρτικός, οὐ πνευμάτων; καὶ διὰ τοῦτο τοῖς ἀκολούθοις τούτοις λογισμοῖς πανταχόθεν συνελαυνόμεθα πρὸς συγκατάθεσιν τῆς ἐγέρσεως τῶν νεκρῶν, ἣν τοῖς καθήκουσι χρόνοις ἐκτελέσει ὁ θεὸς ἔργοις βεβαιῶν τὰς ἰδίας ἐπαγγελίας. Πιστεύσωμεν τοίνυν τῷ λέγοντι· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται, καὶ πάλιν· Ἔρχεται ὥρα, ἐν ᾗ πάντες 9.269 οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. οὐ γὰρ ὑπισχνεῖται μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις, οἷς ἐκτελεῖ καθ' ἡμέραν, διδάσκει σαφῶς, ὥς ἐστι παντοδύναμος· οὔτε γὰρ ἐν ἀρχῇ δημιουργῶν ἔκαμεν οὔτε μεταμορφῶν ἀπορήσει σοφίας. τὰ παρόντα θεωρήσωμεν, καὶ τῷ μέλλοντι οὐκ ἀπιστήσομεν· πάσης γὰρ ἐνεργείας τοῦ θεοῦ ἀκόλουθον ἐχούσης τὴν ἔκπληξιν καὶ πολὺ τὸ θαῦμα καὶ ἄφραστον ὅταν τὰς τῶν πατέρων καὶ προπάππων ὁμοιότητας κατίδωμεν μεταβαινούσας ἀκριβῶς εἰς τὰς τῶν ἀπογόνων μορφὰς καὶ ἐκμαγεῖα γινομένους τοὺς παῖδας ἀπὸ τῶν προπατόρων, τότε δὴ τὴν πάνσοφον τέχνην τοῦ ἀριστοτέχνου θεοῦ καὶ σωτῆρος ὑπερεκπλήττομαι, πῶς τῶν μήτε ὄντων μήτε φαινομένων ἀρχετύπων αἱ μιμήσεις ἐν ἀπορρήτῳ μυστηρίῳ δημιουργοῦνται καὶ ἀναπλάσσονται ἄλλους τινὰς τοὺς τεθνεῶτας διὰ τῆς ἐνεργείας τῶν τύπων ἐγείρουσαι. πολλάκις δὲ καὶ πολλῶν ὁμοῦ προσώπων τὰ ἰδιώματα ἐν ἑνὶ ἐξεικονίζε ται σώματι· τοῦ πατρὸς ἡ ῥίς, τοῦ πάππου ὁ ὀφθαλμός, τοῦ θείου τὸ βάδισμα, τῆς μητρὸς τὸ φθέγμα, καὶ εἷς ἄνθρωπος θεωρεῖται καθάπερ τι φυτὸν πολλῶν δένδρων τὰς ἐπιβολὰς δεξάμενον καὶ μυρία καρποφοροῦν γένη τοῖς ὀπωρίζουσιν.

Ταῦτα πάντα θαυμαστὰ μὲν καὶ ὅπως γίνεται ἡμῖν ἀγνοούμενα, πρόχειρα δὲ τῷ δημιουργῷ καὶ μετὰ πολλῆς ὡς ἴσμεν τῆς ῥᾳστώνης ἐπιτελούμενα. ἄτοπον δὲ λίαν καὶ ἀμαθές, τὰ μὲν τῶν σαπέντων καὶ φθαρέντων ἤδη σωμάτων γνωρίσματα ἐν τοῖς νῦν καθ' ἡμέραν φυομένοις ἐγείρεσθαι καὶ τὰ ἀλλότρια μεταβαίνειν εἰς ἄλλους,