10
σκάφος, δι' ὧν τῶν ἀτάκτων πνευμάτων τὴν ῥύμην ἐκκόπτειν ἔδει. Τοιοῦτόν τι καὶ ἡ ὀργή ἐστιν, ὄργανον χρήσιμον, ἵνα τὸ ὑπνηλὸν ἡμῶν διεγείρῃ, ἵνα τόνον ἐντιθῇ τῇ ψυχῇ, ἵνα σφοδροτέρους ἐργάζηται πρὸς τὰς ὑπὲρ τῶν ἀδικουμένων ἀγανακτήσεις, ἵνα τιμωροὺς ποιῇ τοῖς ἐπιβούλοις. ∆ιὰ δὴ τοῦτό φησιν, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Εἰ δὲ μὴ ἦν δυνατὸν τοῦτο, οὐκ ἂν ἐπέταξε. Τὰ γὰρ ἀδύνατα οὐδεὶς ἐπιτάττει. Εἰσάγων τοίνυν νόμον ἀποστολικὸν, καὶ φιλοσοφίαν εὐαγγελικὴν, καὶ τὰ αὐτὰ εἰπὼν ἅπερ καὶ ὁ Χριστὸς, ἑτέραν προστίθησι παραίνεσιν οὕτω λέγων· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Τί ἐστι τὸ εἰρημένον; ∆οκεῖ γὰρ ἀσαφὲς εἶναι. Ἐν τῷ καιρῷ τῷ μετὰ τὰ δεῖπνα, φησὶν, ἡνίκα ἂν πρὸς ὕπνον ἀπίητε, ἡνίκα ἂν μέλλητε κατακλίνεσθαι, καὶ μηδενὸς παρόντος πολλὴ ἡ ἡσυχία, βαθεῖα ἡ γαλήνη μηδενὸς διενοχλοῦντος, τὸ δικαστήριον ἔγειρον τοῦ συνειδότος, εὐθύνας ἀπαίτησον αὐτὸ, καὶ ἃ μεθ' ἡμέραν ἐβουλεύσω πονηρὰ, ἢ δόλους ῥάπτων, ἢ τὸν πλησίον ὑποσκελίζων, ἢ ἐπιθυμίας δεχόμενος διεφθαρμένας, ταῦτα ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐκείνης εἰς μέσον ἀγαγὼν, καὶ τὸ συνειδὸς ἐπιστήσας τοῖς ἀτόποις τούτοις λογισμοῖς, κατάξαινε αὐτοὺς, καὶ δίκην ἀπαίτει, κατάτεινε τὴν ἁμαρτοῦσαν διάνοιαν. Τοῦτο γάρ ἐστι, τὸ, Κατανύγητε ἀντὶ τοῦ, Νύξατε, κεντήσατε ἅπερ εἴπατε ἐν ταῖς καρδίαις ὑμῶν μεθ' ἡμέραν· τουτέστιν, Ἃ ἐλογίσασθε πονηρὰ βουλεύματα, ταῦτα ἐν ταῖς κοίταις ὑμῶν, ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐκείνης κολάζετε, τιμωρήσασθε· ὅταν μήτε φίλος ἐνοχλῇ, μήτε οἰκέτης παροξύνῃ, μήτε πραγμάτων ὄχλος ἐπείγῃ, τότε τῶν μεθ' ἡμέραν βεβιωμένων ποιεῖσθε λόγον. Καὶ διὰ τί μὴ εἶπε ῥημάτων καὶ ἔργων, ἀλλ' ἐνθυμημάτων πονηρῶν; Ἐκ περιουσίας τοῦτο παιδεύων. Εἰ γὰρ τὰ πονηρὰ βουλεύματα δεῖ κολάζειν, ὥστε μὴ εἰς ἔργον ἐξιέναι· πολλῷ μᾶλλον ὑπὲρ τῶν ἔργων καὶ τῶν ῥημάτων ἐπιστύφειν δεῖ τὴν ψυχήν. Τοῦτο καθ' ἑκάστην γενέσθω τὴν ἡμέραν, καὶ μὴ πρότερον καθυπνώσῃς, ἄνθρωπε, ἕως ἂν ἀναλο 55.52 γίσῃ τὰ μεθ' ἡμέραν σοι πεπλημμελημένα· καὶ πάντως ὀκνηρότερος ἔσῃ τῇ ἐπιούσῃ πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι. Καὶ ὅπερ ἐπὶ τῶν ἀργυρίων ποιεῖς, καὶ οὐκ ἀνέχῃ δύο παρελθεῖν ἡμέρας, καὶ μὴ θεῖναι πρὸς τὸν οἰκέτην λόγον, ὥστε μὴ σύγχυσιν γενέσθαι τῇ λήθῃ, τοῦτο καὶ ἐπὶ τῶν πράξεων ποίει καθ' ἑκάστην ἡμέραν· ἐν ἑσπέρᾳ λογοθέσιον ἀπαίτει τὴν ψυχὴν, καὶ καταδίκαζε τὸν ἡμαρτηκότα λογισμὸν, ἀνάρτησον ὡς ἐπὶ ξύλου, καὶ βασάνισον, καὶ παράγγελλε μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν. Εἶδες ἰατρείαν ἀρίστην, πῶς καὶ προφυλακτικοῖς καὶ διορθωτικοῖς κέχρηται φαρμάκοις; Τὸ μὲν γὰρ παραγγέλλειν μὴ περιπίπτειν εἰς ἁμαρτήματα, προφυλακτικοῦ φαρμάκου χώραν ἐπέχει· οἷον, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· τὸ δὲ, Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε, διορθωτικοῦ. Μετὰ γὰρ τὸ ἁμαρτεῖν, πάλιν ἐπάγει φάρμακα, παρ' αὐτοῦ τοῦ ἁμαρτόντος τὴν ἰατρείαν εἰσάγων. Ποιώμεθα τοίνυν τὴν ἰατρείαν ταύτην, οὐδεμίαν δυσκολίαν ἔχουσαν. Εἰ δὲ οὐκ ἀνέχεται ἡ ψυχὴ μεμνῆσθαι τῶν πλημμελημάτων, αἰσχυνομένη καὶ ἐρυθριῶσα, εἰπὲ πρὸς αὐτήν· Οὐδέν σοι κέρδος ἀπὸ τοῦ μὴ μνημονεύειν, ἀλλὰ καὶ πολλὴ ἡ βλάβη. Ἐὰν γὰρ μὴ μνημονεύσῃ κατὰ σαυτὴν νῦν, τότε πρὸ τῶν ἁπάντων ὀφθαλμῶν κείσεταί σοι τὰ ἁμαρτήματα. Ἂν δὲ νῦν ἀναλογίσῃ ταῦτα, κἀκείνων ἀπαλλαγήσῃ ταχέως, καὶ ἑτέροις οὐ περιπεσῇ ῥᾳδίως. Ἡ γὰρ ψυχὴ δεδοικυῖα τὴν ἑσπερινὴν δίκην, μὴ πάλιν ὑπὸ τὴν αὐτὴν ἁλῷ ψῆφον, καὶ κατατείνηται καὶ μαστιχθῇ, ὀκνηροτέρα γίνεται περὶ τὴν ἁμαρτίαν· καὶ τοσοῦτον τὸ κέρδος τοῦ πράγματός ἐστιν, ὅτι μῆνα μόνον ἂν συνεχῶς αὐτὸ ποιήσωμεν, ἐν ἕξει λοιπὸν ἀρετῆς ἑαυτοὺς καταστήσομεν. Μὴ δὴ περιίδωμεν τοσοῦτον καλόν. Ὁ γὰρ τοῦτο ἐνταῦθα καθίσας τὸ δικαστήριον, οὐ δώσει