1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

10

φωνὴν ἔχει, καὶ διαλεχθῆναι φανερῶς, ἵνα προσελθὼν ἐρωτήσω; Ἀπίστου ταῦτα ψυχῆς. Καὶ γὰρ ὀξέως καὶ χωρὶς φωνῆς πάντα, ὅσα ἂν θέλῃ, δύναται κατασκευάζειν ὁ Θεός· ὃ δὴ καὶ ἐπὶ τούτου γέγονεν. Οὐδὲ γὰρ φωνὴν ἤκουσεν, οὐδὲ ὄψιν τινὰ εἶδεν· ἀλλ' ἐπὶ πηγῇ ἑστὼς ηὔξατο, καὶ ταχέως ἐπέτυχεν. Ἐγένετο γὰρ πρὶν ἢ συντελέσαι λαλοῦντα αὐτὸν, φησὶ, Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουὴλ τῷ υἱῷ Μελχᾶς, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων· ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Τί μοι λέγεις τὴν εὐμορφίαν τοῦ σώματος; Ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς σωφροσύνης, ἵνα μάθῃς τὸ κάλλος τὸ ἐν τῇ ψυχῇ. Θαυμαστὸν μὲν γὰρ τὸ σωφρονεῖν· πολλῷ δὲ θαυμαστότερον, ὅταν μετ' εὐμορφίας τοῦτο γίνηται. ∆ιὰ τοῦτο καὶ περὶ τοῦ Ἰωσὴφ μέλλων ἡμῖν διηγεῖσθαι καὶ τῆς ἐκείνου σωφροσύνης, πρότερον τὴν εὐμορφίαν τοῦ σώματος τέθεικεν, εἰπών· Καλὸς ἦν τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα· καὶ τότε τὴν σωφροσύνην αὐτοῦ διηγήσατο δεικνὺς, ὅτι τὸ κάλλος αὐτὸν εἰς ἀσέλγειαν οὐ προήγαγεν. Οὔτε γὰρ τὸ κάλλος πορνείας αἴτιον, οὔτε ἡ ἀμορφία σωφροσύνης πάντως. Πολλαὶ γὰρ κατὰ τὴν ὥραν τοῦ σώματος λάμψασαι, μειζόνως κατὰ τὴν σωφροσύνην ἔλαμψαν· ἄλλαι πάλιν αἰσχραὶ καὶ δυσειδεῖς οὖσαι, αἰσχρότεραι κατὰ τὴν ψυχὴν ἐγένοντο, μυρίαις ῥυπωθεῖσαι πορνείαις. Οὐ γὰρ ἡ φύσις τοῦ σώματος, ἀλλ' ἡ προαίρεσις τῆς ψυχῆς καὶ τούτου κἀκείνου αἰτία. ζʹ. Οὐχ ἁπλῶς δὲ δεύτερον αὐτὴν παρθένον εἶπεν. Εἰπὼν γὰρ, Παρθένος ἦν, ἐπήγαγε· Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ἐπειδὴ γὰρ πολλαὶ παρθένων τὸ σῶμα ἀδιάφθορον τηροῦσαι, τὴν ψυχὴν πολλῆς ἀκολασίας πληροῦσι, καλλωπιζόμεναι, μυρίους 51.236 πανταχόθεν ἐπισπώμεναι ἐραστὰς, καὶ τοὺς τῶν νέων ὀφθαλμοὺς ἀναπτεροῦσιν, ἐνέδρας τιθεῖσαι καὶ βάραθρα, δεικνὺς ὁ Μωϋσῆς ὅτι οὐκ αὐτὴ τοιαύτη, ἀλλ' ἑκατέρωθεν ἦν παρθένος, ἀπό τε σώματος, ἀπό τε ψυχῆς, φησὶ, Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Καίτοι γε πολλὰς εἶχεν ἀφορμὰς τοῦ γνωρισθῆναι ἀνδράσι· πρῶτον μὲν, τὸ κάλλος τοῦ σώματος· δεύτερον δὲ, ὁ τῆς διακονίας τρόπος. Εἰ μὲν γὰρ ἐν θαλάμῳ διηνεκῶς ἐκάθητο, καθάπερ αἱ νῦν παρθένοι, καὶ μηδέποτε εἰς ἀγορὰν ἐνέβαλεν, μηδὲ ἐξῄει τὴν οἰκίαν τὴν πατρῴαν, οὐδὲν τοσοῦτον ἦν εἰς ἐγκώμιον λέγεσθαι περὶ αὐτῆς, ὅτι ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ὅταν δὲ ἴδῃς αὐτὴν εἰς ἀγορὰν ἐξιοῦσαν, καθ' ἑκάστην ἡμέραν ὑδροφορεῖν ἀναγκαζομένην, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, εἶτα μηδενὶ γνώριμον οὖσαν ἀνδρὶ, τότε μάλιστα αὐτῆς δυνήσῃ κατιδεῖν τὸ ἐγκώμιον. Εἰ γὰρ ὀλιγάκις εἰς ἀγορὰν παραβάλλουσα παρθένος, καὶ δυσειδὴς οὖσα καὶ ἄμορφος, πολλῶν ἑπομένων θεραπαινίδων, ἀπὸ τῶν ἐξόδων τούτων διεφθάρη τὸ ἦθος πολλάκις· ἡ καθ' ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ' εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλλοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφροσύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι; Καταβᾶσα τοίνυν ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν τοῦ ὕδατος, καὶ ἀνέβη· καὶ ἔδραμεν ὁ παῖς εἰς συνάντησιν αὐτῆς, καὶ εἶπε· Πότισόν με μικρὸν ἐκ τῆς ὑδρίας σου. Ἡ δὲ εἶπε· Πίε, κύριε· καὶ ἔσπευσε, καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς, καὶ ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων· καὶ εἶπε· Καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. Καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν