εἰς λόχον καταστησάτω, χωρία φυλάττοντας τὰ πλησίον τῆς παρόδου τῶν πολεμίων διακείμενα. Καὶ αὐτὸν δὲ τὸν στρατηγὸν χρὴ ἐν ἐπιτηδείῳ τόπῳ μετὰ παντὸς τοῦ λαοῦ αὐτοῦ ἵστασθαι κεκρυμμένον καὶ ἐκ περιωπῆς ἐφορῶντα τὴν τῶν πολεμίων διάβασιν. 10.4 Οἱ οὖν ἱππεῖς τῶν πολεμίων, οἱ εἰς συλλογισμὸν χρειῶν τὰ χωρία διερευνώμενοι τὰ πλησίον τούτοις συμπαρακείμενα, ἡνίκα ἐν τοῖς φυλαττομένοις χωρίοις εἰσέλθωσι καὶ τῶν ἵππων ἀποβάντες οἰκίας ἀναψηλαφῶσι τῶν χωριτῶν, κατ' αὐτῶν οἱ εἰς τὸν λόχον ἱστάμενοι ἑκατὸν ἱππεῖς ὁρμησάτωσαν καὶ ὅσους ἀνελεῖν δυνηθῶσιν εἴτε ζωγρῆσαι παραυτίκα πρὸς φυγὴν ὁρμήσουσιν, ὑποφεύγοντες τὴν ὁδὸν τὴν ἀναμεταξὺ τῶν δύο ἐγκρυμμάτων διερχομένην, ἐφελκόμενοι τοὺς πολεμίους πρὸς δίωξιν· καταδιωκόμενοι δὲ ταῖς ἐνέδραις περιπεσεῖν τοὺς πολεμίους παρασκευάσουσι. Τότε οὖν ἐξερχέσθωσαν τὰ ἑκατέρωθεν ἱστάμενα ἐγκρύμματα καὶ σφοδρῶς τὴν κατ' αὐτῶν ὁρμὴν ποιησάτωσαν· καὶ πολλοὺς τῶν πολεμίων ἔργον μαχαίρας ποιήσονται. Τοῦ δὲ στρατηγοῦ ταῦτα ὁρῶντος, παραυτίκα καὶ αὐτὸς μετὰ τῶν πλειόνων τοῦ σὺν αὐτῷ λαοῦ ὁρμήματι σφοδροτάτῳ τὴν προσβολὴν εἰς τὴν παράταξιν τῶν πολεμίων ποιείτω, τοὺς δέ γε ὑπολοίπους τοῦ λαοῦ αὐτοῦ κατὰ νώτου τῶν πολεμίων γενέσθαι καὶ συνάψαι πόλεμον παρασκευασάτω. Καὶ εἰ μή τι ἐμπόδιον ἐξ ἡμετέρων ἁμαρτιῶν γένηται, τῶν πολεμίων ὑπερισχύσουσιν. 10.5 Εἰ δέ γε ἰσχυρῶς μαχόμενοι οἱ πολέμιοι ἀντισχεῖν δυνηθῶσι καὶ στῶσιν ἐν αὐτῷ τῷ τόπῳ, τὰ ἀχθοφόρα ζῷα ἀποφορτίσαντες ἄπληκτον δῆθεν ποιούμενοι, ἐκ πολλῆς περιστάσεως, καὶ πειρῶνται τοῦ ἀντιπαρατάξασθαι, πολλὴν ἐν τούτῳ ἐφεύρωσι τὴν δυσχέρειαν, ἀλλ' ὅμως χρὴ καὶ τὸν στρατηγὸν κύκλῳ κατ' αὐτῶν ἐπαγαγεῖν τὸν πόλεμον καί, εἰ δυνατὸν καὶ πεζικὸν λαὸν τῇ αὐτῇ τοῦ πολέμου ἡμέρᾳ καταλαβεῖν τάχει πολλῷ, παραγενέσθαι τοῦτο παρασκευάσαι. Εἰ δὲ τοῦτο ἀδύνατόν ἐστι διὰ τὸ πόρρω τούτους τυγχάνειν, τοὺς προσήκοντας τῶν ἱππέων τῶν ἵππων ἀποβῆναι διορισάτω καὶ πεζῇ τοῖς πολεμίοις μετὰ τῶν ἱπποτῶν μάχεσθαι, τόξοις καὶ σφενδόσι καὶ δόρασι σὺν ἀσπίσι χρωμένους. 10.6 ∆εῖ οὖν τὸν στρατηγὸν καὶ τὴν αὐτοῦ ἀποσκευὴν ἀγαγεῖν καὶ τὸ τοῦλδον, εἴγε πλησίον τυγχάνει, καὶ σύνεγγυς τῶν πολεμίων ἀπληκεῦσαι εἰς ἔκπληξιν αὐτῶν καὶ ἀπόγνωσιν. Εἰ δὲ ἐν αὐτῷ τῷ τόπῳ ὕδωρ τοπαράπαν οὐκ ἔστι, καὶ τοῦτο πολλὴν ἀθυμίαν αὐτοῖς προξενήσει. Καὶ εἰ μὴ τελέως τούτους καταγωνίσηται, ἀλλ' οὖν πολλοὺς καὶ τούτων ἀνδραποδίσῃ, πλείστους δὲ καὶ θανατώσῃ καὶ τραυματίας ἐργάσηται καὶ τὸ ἀλαζονικὸν αὐτῶν καταβάλῃ φρόνημα, ὥστε μὴ ἀδεῶς κατατολμᾶν κατὰ τῶν ῥωμαϊκῶν χωρίων τὰς ἐφόδους ποιεῖσθαι. 10.7 Εἰ δὲ μὴ πρότερον ὁ στρατηγὸς ἐπιγνῷ τὴν ἀπὸ τοῦ ἀπλήκτου αὐτῶν ἐν ἑτέρῳ ἀπλήκτῳ μετάβασιν ἤ, ὡς ἔφην, δι' αὐτομόλων ἢ διὰ δεσμωτῶν, ὅπως ἐν νυκτὶ ἀποστείλας παρασκευάσῃ ἐν τῇ παρόδῳ αὐτῶν τὰ ἐγκρύμματα, καὶ ἐν ἡμέρᾳ, ὁδοιπορούντων τῶν πολεμίων, φανερῶς παρασκευασάμενος τὸν κατ' αὐτῶν διάθηται πόλεμον, εἴ γε οὐ πάντη ὀλιγοστὸν καὶ εὐαρίθμητον κέκτηται στράτευμα. Ὁ γὰρ κατὰ τούλδου αὐτῶν πόλεμος συντόμως οὐδέποτε ἐναντίωσιν ἢ βλάβην τῷ ἡμετέρῳ στρατῷ προεξένησεν, ὀλίγους ἔχον μαχίμους ἱππεῖς εἰς φυλακὴν ἑαυτοῦ· ἀλλ' ὁσάκις ἂν κατ' αὐτῶν συνήφθη πόλεμος, πολλοὺς αὐτῶν ὁ τῶν Ῥωμαίων στρατὸς καὶ ἠνδραποδίσατο καὶ ἀνεῖλε, καὶ πολλὰ τῶν ὑποζυγίων καὶ ἡμιόνων αὐτῶν πεφορτισμένα ἀνελάβοντο. 10.8 Εἰ δὲ καὶ τὸ πεζικὸν στράτευμα ἐν ἡμέρᾳ πολέμου τύχῃ, τὸ ὡπλισμένον δηλονότι καὶ πρὸς πολέμους ἐγγεγυμνασμένον, καὶ κύκλῳ κατ' αὐτῶν στρατηγικῶς παρασκευάσει τὸν πόλεμον, τελείῳ τούτους ἀφανισμῷ παραδῷ. 10.9 Τοιαῦτα γὰρ γενέσθαι ἐν τῷ τούλδῳ τῶν πολεμίων, ἀλλὰ καὶ παρ' αὐτῶν ἐν τῷ ἡμετέρῳ καὶ ἐθεασάμεθα καὶ ἐν ἱστορικοῖς ἀνέγνωμεν καὶ παρὰ τῶν ἀρχαιοτέρων μεμαθήκαμεν. ∆ιὰ ταῦτα μὲν οὖν ὠφέλιμος ὁ κατὰ τοῦ τούλδου πόλεμος, ὡς μὴ φέρων τινὰ βλάβην ἢ ἐναντίωσιν, μᾶλλον δὲ νίκην καὶ