ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ' ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.Ἐκαυχῶντο γὰρ ἐπ' αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντες ἀλλὰ τῇ παιδείᾳ φυσώμενοι. Κελεύει αὐτὸν ἐκβληθῆναι, ἵνα μὴ καὶ οἱ λοιποὶ συνόντες αὐτῷ πρὸς τὸ ἁμαρτεῖν ὁρμήσωσιν ἀναιδῶς. 1 Kor 5,7 Παλαιὰν ζύμην τὴν ἁμαρτίαν καλεῖ, ᾗ ὁ παλαιὸς συνεζυμώθη ἄνθρωπος. Τὸν τύπον μετάγει ἐπὶ τὴν ἀλήθειαν· τὰ γὰρ παρὰἸουδαίοις ἄζυμα μὴ ἀναπεφυρμένα παλαιᾷ ζύμῃ τοὺς νέους ἀνθρώπους προεδήλου μὴ πεφυρμένους ταῖς ἁμαρτίαις τοῦ παλαιοῦ ἀνθρώπου.Ὁ παρὰἸουδαίοις ἀμνὸς θυόμενος τὸ πάθος καὶ πόλον μυστήριον τῆς οἰκονομίας ἐδήλου τοῦ σταυροῦ. τὰ δὲ ἑξῆς φησιν, ἐπεὶ περιεργαστικώτερον πως ἡ ζύμη, ἁπλούστερον δὲ τὸ ἄζυμον. 1 Kor 5,8 Τῇ τροπῇ ἐνέμεινεν ὡσανεὶ ἔλεγεν· μὴ ἐν πονηρῷ βίῳ καὶ κακῷ, ἀλλ' ἐν βίῳ μὴ ἔχοντι ἐπιμιξίαν τῆς παλαιᾶς ἐκείνης ζύμης· τοῦτο γάρ ἐστιν ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 245 1 Kor 5,9-10 Οὐκ ἐν ἄλλῃ, ἀλλ' ἐν ταύτῃ ἔγραψεν. διὰ δὲ τοῦτο οὐ κωλύει τοῖς ἔξωθεν συνεῖναι, ἐπειδὴ εἰ πάντας ἐξετρέποντο τοὺς τοιούτους, ἐμποδίζεσθαι συνέβαινε τὸ κήρυγμα· τοιοῦτοι γὰρ πάντες ὡς εἰπεῖν ἐν τοῖς ἔθνεσιν οὓς συνέβαινεν ὠφελεῖσθαι ἐκ τῆς συνουσίας τῶν πιστευσάντων. δηλοῖ οὖν τοῖς μὲν οἰκείοις ἁμαρτάνουσιν ἐπιπλήττειν, τοὺς δὲ πεπλανημένους παρακαλεῖν. 1 Kor 5,9. 13 Τὸ ἔγραψα οὐχ ἑτέρας ἐστὶν ἐπιστολῆς ἀλλὰ ταύτης, λέγει γάρ· νῦν δὲ ἔγραψα ὑμῖν. τὸ δὲ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, Μωϋσέως ἐστὶ φωνὴ ἣν δευτεροῖ Παῦλος. Μέμνηται ῥήσεως ἐν τῇ παλαιᾷ κειμένης, δεικνὺς ὅτι οὐ μόνον αὐτοὶ ὠφελοῦνται ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες, ἀλλ' οὔτε καινοτομία τὸ τοιοῦτον, ἀλλ' ὅτι καὶ τῷ νομοθέτῃ τοῦτο ἐδόκει, τὸ τοὺς τοιούτους ἐκτέμνεσθαι. 1 Kor 5,12 Εἰκότως τοῦτο εἶπεν· τῶν γὰρ οἰκείων γίνεται κριτής, οὐ τῶν ἀλλοτρίων. ὁ θεὸς δὲ πάντων κριτής, ἐπεὶ πάντων δεσπότης. 1 Kor 6,1Ἐγκαλεῖ αὐτοῖς ὅτι ὄντων ἁγίων τῶν δυναμένων δικάζειν αὐτοῖς ὑπ' ἀπίστων ἐκρίνοντο. 1 Kor 6,2Ἄνω εἰπών· τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ, νῦν τὸν πάντα κόσμον τῇ τῶν ἁγίων ὑποβάλλει κρίσει· ἐνταῦθα μὲν γὰρ τὸν βίον ἀνακρίνουσι τῶν πιστῶν πρὸς ἐπανόρθωσιν αὐτῶν, ἐκεῖ δὲ τοῦ κόσμου τὴν κρίσιν ἐμπιστεύονται, οὐ πρὸς ἐπανόρθωσιν τῶν ἡμαρτηκότων τρόπων, ἀλλὰ πρὸς ἔλεγχον καὶ κατάκρισιν αὐτῶν. οἱ μὲν οὖν δώδεκα ἀπόστολοι τὰς δώδεκα φυλὰς κρινοῦσιν ὡς ἐξἸουδαίωνἸουδαίους ἐξ ὧν αὐτοῖς τοῖς προφήταις ἐπίστευσαν. εἰ δὲ ἠπίστησαν καὶ διὰ τοῦτο ἀπώσαντο τὸν Χριστόν. οἱ δὲ ἄλλοι ὅσιοι, τοῦτ' ἔστι τὰ ἔθνη, κατακρινοῦσι τοὺς μὴ ἀποστάντας τῶν εἰδώλων καὶ πιστεύσαντας εἰς τὸν ἀληθῆ θεόν. ὥστε οὐδεμία διαφωνία τοῦ εὐαγγελιστοῦ καὶ τοῦ 246 ἀποστόλου-ἐν ἀμφοτέροις γὰρ ἐλάλει ὁ Χριστός-· γέγραπται γάρ· βασίλισσα νότου ἐγερθήσεται καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, καὶ ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσιν ὑμᾶς. 1 Kor 6,3 Οὐκ εἶπεν· καὶ ὑφ' ὑμῶν κρίνεται ὁ κόσμος; νῦν δὲ ἀγγέλους οὐ τοὺς κατὰ φύσιν ἀγγέλους λέγει, ἀλλὰ τοὺς ὑπηρέτας ἱερέας, τοὺς διδασκάλους τοῦ λαοῦ, οὓς εἰκὸς ὑπὸ τῶν ἁγίων κρίνεσθαι ὡς παραδιδάσκοντας περὶ τοῦ Χριστοῦ· εἰπὼν γὰρ μήτιγε βιωτικά; ἔδειξεν ὅτι οὐ περὶ τῶν φύσει ἀγγέλων εἴρηκεν, ἀλλὰ περὶ τῶν τάξιν ἀγγελικὴν ἐχόντων καὶ τὰ πνευματικὰ πραττόντων. εἰ δὲ κυρίως τοὺς ἀγγέλους εἶπεν, δηλονότι τοὺς ἀποστάντας καὶ ἐκπεπτωκότας τοῦ θεοῦ εἶπεν. ἐκλήθησαν μέντοι οἱ ἱερεῖς ἄγγελοι κατὰ τὸν Μαλαχίαν λέγοντα· χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος κυρίου τῶν δυνάμεών ἐστιν. τούτους οὖν τοὺς ἱερέας κρίνομεν τοὺς πλανήσαντας τὸν λαόν, ὡσαύτως καὶ τοὺς αἱρεσιαρχήσαντας καὶ παρατρέψαντας τοῦ Χριστοῦ τὴν διδασκαλίαν. 1 Kor 6,4 Αἱρετώτερος τοῦ ἀπίστου ὁ τῆς ἐκκλησίας ἐλάχιστος. ὅμως δοκεῖ τοῦτο παραλελοιπέναι ὁ ἀπόστολος, ὅπερ ἐστιν σαφές, ὅτι τὰ μείζονα τῶν ἐγκλημάτων δεῖ τοῖς τελείοις φυλάττεσθαι. 1 Kor 6,7 Φαίνεσθε ἡττηθέντες τῷ διαβόλῳ οὐ μόνον τῷ κρίνεσθαι ἐπ' ἀπίστων, ἀλλὰ καὶ αὐτῷ τῷ κρίματα ἔχειν μετ'