οὐδὲ τῶν περιδόξων, ὥσπερ ἡ Μήδων καὶ Περσῶν, ὡς ἡ τῶν Ἀσσυρίων. Κανδαύλης ἐβασίλευε Λυδίας καὶ Φρυγίας, σειρὰν τοῦ γένους, ὥς φασιν, ἕλκων ἐξ Ἡρακλέος. οὗτος συνῴκει γυναικὶ τὸ κάλλος ἐξαισίᾳ, φαιδροπροσώπῳ τρυφερᾷ καὶ φοινικοπαρῄῳ. τοσοῦτον οὖν ἐκαίετο τῷ πόθῳ τοῦ γυναίου ὡς τῷ θεράποντι ποτὲ (Γύγης δ' ἦν ὁ θεράπων) τὸν πόθον καὶ τὸν ἔρωτα τρανῶς δημοσιεῦσαι καὶ σχεῖν θελῆσαι θεατὴν τοῦτον τῆς συνοικούσης, θεοβλαβῶς, ὡς ἔοικε, καὶ τὸ τῆς Μοίρας ξίφος ἐξακονῶν καθ' ἑαυτοῦ καὶ πρὸς τομὴν ἐπείγων. ὁ μὲν Κανδαύλης ἔκρυπτε τὸν Γύγην πρὸς τὴν θύραν, ἐκείνη δ' ἀπεδύετο, καὶ Γύγης ἐνετρύφα γυμνῷ τῷ κάλλει τῆς σαρκὸς τῆς ἑαυτοῦ δεσποίνης. εἶδε τὸν Γύγην ἡ γυνή, γυναικοθύμως εἶχε. ὑβριοπάθησε δεινῶς, μετακαλεῖ τὸν Γύγην, δίδωσιν αἵρεσιν δυοῖν, ἢ τὸν δεσπότην κτεῖναι κερδᾶναί τε καὶ τὴν ἀρχὴν καὶ γαμετὴν ἐκείνην, ἢ τοῦ θανάτου ταῖς ποιναῖς αὐτὸν καθυπαχθῆναι· τῶν γὰρ Λυδῶν ταῖς γυναιξὶν αἰσχρὸν ἦν τὸ φανῆναι ἀχίτωσί τε καὶ γυμναῖς ἀνδράσιν ἀλλοτρίοις. εἵλετο Γύγης τὴν ζωήν, κτιννύει τὸν δεσπότην, εὐθὺς ἐπαναβαίνει δὲ πρὸς ὕψος βασιλείας. ὁ πρὸ μικροῦ δὲ ταπεινὸς ἐξαίφνης ἀνεφάνη ἐξ ἰδιώτου βασιλεύς, δεσπότης ἀπὸ δούλου. Οὗτος ὁ Γύγης, ὥς φασιν, εὐνούχισε γυναῖκας, ὡς νεαζούσαις εἰς ἀεὶ χρῷτο περὶ τὴν μῖξιν. Τούτου τοῦ Γύγου τῆς σειρᾶς καὶ βασιλεὺς ἦν Κροῖσος, ὃν Κῦρος ἐχειρώσατο πεισθεὶς ταῖς ὑποθήκαις ταῖς τοῦ προφήτου ∆ανιήλ. ὁ μὲν γὰρ ἐδεδίει Κροῖσον ὡς πολυτάλαντον, καὶ φεύγειν ἐνενόει πτοούμενος τὴν εὔροιαν τῆς εὐποτμίας Κροίσου· ὁ ∆ανιὴλ δ' ἐθάρρυνεν εἰπὼν τὴν προφητείαν, ἣν πρὸ πολλῶν τῶν γενεῶν ἔλεξε περὶ Κύρου ὁ μεγαλοφωνότατος προφήτης Ἠσαΐας. Οὗτος ὁ Κῦρος ὁ πολὺς τοῖς ἐν αἰχμαλωσίᾳ Ἑβραίοις ἐχαρίσατο τὰ τῆς ἐλευθερίας, καὶ τὴν μητρόπολιν αὐτῶν ἐπέτρεπεν οἰκίζειν, ἣν ἀπὸ βάθρων ἔσκαψεν ὁ Ναβουχοδονόσορ. Τοῦ Κύρου τεθνηκότος δὲ Καμβύσης παῖς ὁ Κύρου τὰ τῆς ἀρχῆς ἐδέξατο καὶ τὰ τοῦ κράτους σκῆπτρα. καὶ μετ' αὐτὸν ἐκράτησε ∆αρεῖος παῖς Ὑστάσπου. ἀλλὰ γὰρ ἄξιον εἰπεῖν ὅπως συνέβη τοῦτο. Ὑπῆρχε παῖς τῷ βασιλεῖ Κύρῳ τὴν κλῆσιν Σμέρδις, θυμοειδὴς καὶ σθεναρός, ἄλκιμος καὶ γενναῖος. τούτῳ Καμβύσης ἐγκοτῶν ὡς βριαρῷ τὰς χεῖρας, ὅτι τὸ τόξον ἴσχυσεν ἐπὶ μικρὸν ἐντεῖναι ὅπερ οἱ πρέσβεις ἤγαγον ἐκ τῆς Αἰθιοπίας, ἄλλως τε καὶ ζηλοτυπῶν ἔκ τινων ὀνειράτων (ἐδόκει γὰρ ἐν φάσμασιν ὁρᾶν ὀνειροπλάστοις θρόνον ἁβρὸν βασίλειον, ἄπλετον τὰ πρὸς ὕψος, ἐν τούτῳ δ' ἐφεζόμενον τῷ θρόνῳ λαμπρὸν ἄνδρα καὶ ψαύοντα τῇ κεφαλῇ τῶν οὐρανίων ἄστρων· ὡς δέ τινος ἐπύθετο τίνος ὁ θρόνος εἴη, ἤκουσεν εἶναι Σμέρδιος ὃν καθορῴη θρόνον, καὶ τὸν ἐγκαθιζάνοντα τῷ θρόνῳ Σμέρδιν εἶναι), ἐκ τούτων τοίνυν οὐ καλῶς διατεθεὶς πρὸς Σμέρδιν δολοφονίας ἤρτυσε μύσος τῷ ταλαιπώρῳ. τοὺς δὲ πολλοὺς ἐλάνθανεν τοῦ Σμέρδιος ὁ φόνος. ὡς οὖν Καμβύσης ἔπιε τὸν τοῦ θανάτου σκύφον, οἱ τῶν δωμάτων φύλακες τῶν βασιλείων Μάγοι, ὧν ὁ μὲν εἷς ἐλέγετο Σμέρδις ὁ δ' Ἀσπαθίνης, εἰς σφᾶς αὐτοὺς μεθείλκυσαν τὸ κράτος καὶ τὸ κῦρος. καὶ φήμη μὲν ἐφέρετο καὶ λόγος παρὰ Πέρσαις ὡς τῆς ἀρχῆς τῆς Περσικῆς ἡνίας ἔχει Σμέρδις, αὐτοὶ δ' οὐκ ἦσαν θεατοί, τὸ πλῆθος δεδιότες· νόμος γὰρ μέγας ἄρρηκτος ἐκράτει παρὰ Πέρσαις, οὐκ ἐπιτρέπων ἄρχεσθαι τούτους ὑπ' ἄλλου γένους οὐδ' ἔχειν ἄλλον κράτορα, πρὶν ἂν ὑπὸ θανάτου τὸ γένος τὸ βασίλειον ἅπαν ἐκριζωθείη. ὡς δ' ἐπεγνώσθη τοῖς πολλοῖς ἡ κακομηχανία καὶ τὸ τῶν Μάγων δολερὸν κατὰ μικρὸν ἐφάνη, ἑπτὰ Περσῶν οἱ πρώτιστοι πρὸς λόγους συνελθόντες καὶ συσκεψάμενοι πολλὰ καὶ παρασκευασθέντες (ὑπῆρχε δ' εἷς ἐκ τῶν ἑπτὰ ∆αρεῖος παῖς Ὑστάσπου) τοῖς Μάγοις ἐπιτίθενται καὶ ξίφεσι κεντοῦσι. πολλὰ δὲ βουλευσάμενοι καὶ περὶ βασιλείας τὸ τελευταῖον ἔκριναν, οὗ τινὸς τούτων ἵππος χρεμετισμῷ χρησάμενος πρὸ πάντων φωραθείη ἄρτι πυρσεύοντος τὴν γῆν τοῦ φεραυγοῦς ἡλίου, οὗτος κατάρξειε Περσῶν, οὗτος ἀρχηγετήσαι. ἦν ταῦτα τὰ συνθήματα, ∆αρείῳ δ' ἱπποκόμος ἦν ἱκανὸς
11