11
πικρὰς εὐθύνας ἐκεῖ. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, φησὶν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἵν' οὖν μὴ κατακριθῶμεν, τοῦτο ἐργαζώμεθα. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Εἶδες ἀκολουθίαν συμβουλῆς ἀρίστης; εἶδες παραίνεσιν ἀπηρτισμένην; Κατανύξας γὰρ ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ ποιήσας ὀκνηροτέρους πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι πάλιν, καὶ τὸ δικαστήριον ἀναστήσας τὸ ἀδέκαστον, καὶ τῶν βεβιωμένων εὐθύνας ἀπαιτήσας, οὕτως ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἄγει. Οὐδὲ γὰρ ἀρκεῖ μόνον ἡ ἀποχὴ τῶν κακῶν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὴν ἐργασίαν τῶν ἀγαθῶν. ∆ιὸ καὶ προϊὼν παραινεῖ λέγων· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Καὶ γὰρ ἡ ἀργία τῆς ἀρετῆς κόλασιν οἶδε προξενεῖν, οὐχ ἡ ἐργασία τῆς πονηρίας μόνον. Ἐπεὶ κἀκεῖνοι οἱ πεινῶντα μὴ θρέψαντες, μηδὲ διψῶντα ποτίσαντες, μηδὲ γυμνὸν περιβαλόντες, οὐχ ἥρπασαν, οὐκ ἐπλεονέκτησαν, οὐ τὰ ἀλλότρια ἔλαβον· ἀλλ' ἐπειδὴ ἐλεημοσύνην οὐκ εἰργάσαντο, διὰ τοῦτο τῇ ἀθανάτῳ παραδίδονται κολάσει, καὶ τιμωρίᾳ πέρας οὐκ ἐχούσῃ. Ὅθεν μανθάνομεν, ὅτι οὐ τὸ ἀπέχεσθαι κακῶν ἀρχὴ σωτηρίας ἡμῖν, ἐὰν μὴ προσῇ καὶ τῶν ἀγαθῶν ἡ κτῆσις, καὶ τῆς ἀρετῆς ἡ ἐργασία. θʹ. ∆ιά τοι τοῦτο καὶ ὁ Προφήτης ἀπαγαγὼν τῆς πονηρίας διὰ τῆς κατανύξεως, καὶ ποιήσας ἐπιτηδειότερον πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ τὸ σκληρὸν τῆς διανοίας καταμαλάξας, ἁπαλήν τε αὐτὴν ἀπὸ τῆς κατανύξεως ἐργασάμενος, τὸν περὶ δικαιοσύνης εἰσάγει λόγον, καί φησι· Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Τί ἐστι, Θύσατε θυσίαν δικαιοσύνης; ∆ικαιοσύνην μετέρχεσθε, δικαιοσύνην προσφέρετε· τοῦτο μέγιστον τῷ Θεῷ δῶρον, αὕτη θυσία δεκτὴ, αὕτη προσφορὰ πολλὴν ἔχουσα τὴν ἀρέσκειαν, οὐ τὸ πρόβατα θύειν καὶ μόσχους, ἀλλὰ τὸ δίκαια πράττειν. Ὁρᾷς τῆς Ἐκκλησίας τὴν πολιτείαν ἄνωθεν προδιαγραφομένην, καὶ ἀντὶ τῶν αἰσθητῶν ἐκείνων τὰ νοητὰ ζητούμενα. ∆ικαιοσύνην δὲ ἐνταῦθα, καθάπερ ἔμπροσθεν εἶπον, οὐ τὴν μερικὴν ἀρετήν φησιν, ἀλλὰ τὴν καθόλου· καθὸ καὶ δίκαιον ἄνθρωπον καλοῦμεν τὸν ἅπασαν ἐν ἑαυτῷ ἔχοντα τὴν ἀρετήν. Αὕτη ἡ θυσία οὐ χρημάτων δεῖται, οὐ μαχαίρας, οὐ θυσιαστηρίου, οὐ πυρός· οὐκ εἰς καπνὸν διαλύεται καὶ τέφραν καὶ κνίσσαν, ἀλλ' ἀρκεῖται τῇ γνώμῃ τοῦ προσάγοντος αὐτήν. Ταύτῃ οὔτε πενία κώλυμα γίνεται, οὔτε πτωχεία ἐμπόδιον, οὐ τόπος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ὅπου περ ἂν ᾖς, θύειν αὐτὴν δυνήσῃ, αὐτὸς καὶ ἱερεὺς, καὶ θυσιαστήριον, καὶ μάχαιρα, καὶ ἱερεῖον γινόμενος. Τοιαῦτα γὰρ τὰ νοερὰ καὶ πνευματικά· πλείονα ἔχει τὴν εὐκολίαν, οὐδεμιᾶς δεόμενα τῆς ἔξωθεν ἐργωδίας. Καὶ ἐλπίσατε ἐπὶ Κύριον. Ἕτερός φησι· Καὶ πεποίθετε τῷ Κυρίῳ. Ὁ γὰρ διὰ τῆς δικαίας πολιτείας ἵλεων αὐτὸν κτησάμενος καὶ εὐμενῆ, μεγίστην ἔχει συμμαχίαν, ἀχείρωτον τὴν βοήθειαν, πολλὴν ἐκεῖθεν τὴν ῥοπήν. Εἶδες τῆς θυσίας τὸν καρπὸν παρὰ θύραις ὄντα; εἶδες εὐθέως βλαστάνοντο ἀθρόον τῶν ἀγαθῶν τὸν θησαυρόν; Ὁ γὰρ τὸν Θεὸν ἔχων σύμμαχον, τίνα φοβηθήσεται λοιπόν; Οὐδένα. Καὶ τοῦτο δὲ οὐ μικρὰ ἀρετὴ, τὸ ἐπ' αὐτῷ θαῤῥεῖν, καὶ ἐπ' αὐτῷ πεποιθέναι. Μετὰ δὲ τῆς δικαιοσύνης καὶ ταύτην ἡμᾶς ἀπαιτεῖ τὴν ἀρετὴν, τὸ ἐπ' αὐτῷ πεποιθέναι, τὸ ἐπ' αὐτῷ ἐλπίζειν, τὸ μηδενὶ τῶν βιωτικῶν θαῤῥεῖν, ἀλλὰ πάντων ἑαυτὸν ἀποστήσαντα, ἐκεῖ προσηλοῦν τὴν διάνοιαν. Τὰ μὲν γὰρ τοῦ παρόντος βίου πράγματα ὀνείρασιν ἔοικε καὶ σκιαῖς, καὶ τούτων ἐστὶν ἀδρανέστερα, ὁμοῦ τε φαινόμενα καὶ ἀφιπτάμενα, καὶ ἐν αὐτῷ τῷ παρεῖναι πολλοὺς ἐμποιοῦντα τοὺς θυρύβους τοῖς ἔχουσιν· ἡ δὲ ἐπὶ Θεὸν ἐλπὶς ἀθάνατος, ἄτρεπτος, ἀκίνητος, μεταβολὴν οὐ δεχομένη, ἐν ἀσφαλείᾳ πάσῃ καθιστῶσα, καὶ ἄμαχον ποιοῦσα