εὔκλειαν· εἰ γὰρ καὶ μὴ τὴν νικῶσαν εὕρῃ εἰς τὸν κατ' αὐτῶν πόλεμον ὁ τῶν Ῥωμαίων στρατός, ἀλλ' οὗν οὐδεμίαν βλάβην ὑποστήσεται. 10.10 Εἰ δέ, ἐν ᾧ τόπῳ πρότερον ηὐλίζοντο, διέμειναν ἐν αὐτῷ, μηδαμῶς τῶν ἐκεῖσε ἀπάραντες διὰ τὴν τοῦ τόπου ὀχυρότητα, τὸ κοῦρσον ἀπεκδεχόμενοι, καὶ ὡσαύτως ὁ στρατηγὸς κατ' αὐτῶν ἐπάξει τὸν πόλεμον, μή ποτε, ἐμβραδύνοντος διὰ τὴν τοῦ πεζικοῦ ἰδίου λαοῦ ἐπισώρευσιν ἢ δι' ἄλλην τινὰ πρόφασιν, ὑποστρέψῃ τὸ κοῦρσον καὶ διακωλύσῃ τὸν πόλεμον. 10.11 Οὕτως δὲ χρὴ τὸν στρατηγὸν κατ' αὐτῶν ἐπελθεῖν· διασκοπῆσαι διὰ τῶν ἀποστελλομένων βιγλατόρων τὰ συμπαρακείμενα χωρία καὶ σύνεγγυς ὄντα τοῦ ἀπλήκτου τῶν πολεμίων, κἀκεῖσε ἀποκρύψαι ἱππεῖς ἐκλεκτοὺς ἐν ἐπιτηδείῳ τόπῳ μετὰ ἄρχοντος ἐμπειροτάτου καὶ ἀνδρείου, καὶ ἐπεὶ ἐν αὐτοῖς εἰσέρχονται τροφὰς διερευνώμενοι, κατ' αὐτῶν ὁρμησάτωσαν. Ἑτέρους δὲ ἱππεῖς εἰς λόχον ἀπαρτίσαι εἰς βοήθειαν καὶ ἐκδίκησιν τῶν ἔμπροσθεν ἀποσταλέντων· καὶ εἴγε τούτους βουληθῶσιν ἐπιδιῶξαι οἱ τῶν πολεμίων ἱππεῖς, ἐπίθωνται κατ' αὐτῶν, καὶ τρέψονται καὶ καταδιώξουσι, διὰ τὸ ἀείποτε ὀλιγοστοὺς εἶναι τοὺς ἱππεῖς τοὺς εἰς φυλακὴν τοῦ τούλδου τῶν πολεμίων καταλιμπανομένους. 10.12 Τῶν δὲ πολεμίων ἐν τοῖς χωρίοις μὴ εἰσερχομένωνεἰ καὶ ἀδύνατον τοῦτο τυγχάνει, διορισάτω ὁ στρατηγὸς τοὺς ἀποστελλομένους παρ' αὐτοῦ τῶν ἐμπείρων ἀνδρῶν βιγλάτορας καὶ διασκοπησάτωσαν ἐν ᾧ μέρει τοῦ ἀπλήκτου αὐτῶν τὰς καμήλους οἱ πολέμιοι εἰς νομὴν ἐξάγουσι. Καὶ διαχωρισάτω εἴτε τουρμάρχην εἴτε τοποτηρητὴν χρήσιμον μεθ' ἱππέων ἀνδρείων· καὶ σκοπησάτωσαν ῥύακα, εἰ εὕρηται ἐν τῷ τόπῳ ἐπιτήδειος, καὶ παρασυρθῶσιν ἐν αὐτῷ κεκρυμμένοι, ἕως οὗ πλησίον γένωνται, καὶ τότε φανερῶς κατὰ τῶν καμήλων τὴν ἐπίθεσιν ποιήσονται. 10.13 Εἰς δύο δὲ τὸν λαὸν οἱ ἀποσταλέντες διαμερισάτωσαν· καὶ οἱ μὲν ἡμίσεις τὰς νομευομένας καμήλους καὶ τὰς ὄνους ἀναλαβέτωσαν, οἱ δὲ ἄλλοι εἰς φυλακὴν καὶ ἐκδίκησιν καὶ βοήθειαν αὐτῶν ἔστωσαν. Καὶ εἰ τύχῃ φοῦλκον ἔξω τοῦ φοσσάτου τῶν πολεμίων ἱστάμενον καὶ ἐπέλθῃ κατὰ τῶν εἰς τὰς καμήλους ἐπιθεμένων ἢ καὶ ἐκ τοῦ φοσσάτου ἐξέλθωσιν ἱππεῖς καταδιώκοντες, οἱ ὄπισθεν ὄντες τούτους καταγωνίσονται. 10.14 Παραυτίκα δὲ καὶ ὁ στρατηγός, οὐ πόρρω ὢν ἀλλὰ πλησίον ἐν τῷ ἐγκρύμματι, κατ' αὐτῶν ἐξελθέτω, καὶ καθὼς ὁρᾷ συναφθέντα τὸν πόλεμον, οὕτω καὶ διατεθήτω, ἢ σφοδρῶς κατὰ τῶν πολεμίων ἐπέλθῃ ἤ, τῶν ἀποσταλέντων τοῦ λαοῦ αὐτοῦ ἐπικρατεστέρων ὄντων ἐν τάξει καὶ μὴ διεσκεδασμένως, τὴν ἐπέλευσιν κατὰ τοῦ ἀπλήκτου τῶν πολεμίων ποιήσεται. Καὶ ἅπαντα τὸν λαὸν αὐτοῦ ἱππεῖς τε καὶ πεζοὺς ἀγαγών, ἐπεὶ τὴν τοῦ τόπου θέσιν ἐξεπίσταται, διαμερίσει τὰ κατατόπια ταῖς τάξεσι πάσαις τῶν τε ἱππέων καὶ πεζῶν, καὶ τὸν κατ' αὐτῶν διάθηται πόλεμον, εἰ οἷόν τε ἐστὶ κύκλῳ. 10.15 Εἰ δὲ ποταμός ἐστι καὶ ῥύαξ, ὡς ἀνωτέρω εἰρήκαμεν, ἀντὶ χάρακος τοὺς πολεμίους φυλάττων, εἰ μὲν ὡς ὁπωσοῦν πόρον δέχεται, κἀκεῖθεν λαὸν ἐπιστήσει. Παρασκευάσει δὲ καὶ σκηνὰς αὐτῶν πῆξαι πρὸς τὸ ἐνδείξασθαι μέλλοντα αὐτὸν ἀπληκεῦσαι ἐκεῖσε εἰς ἐκθρόησιν αὐτῶν· καὶ οὕτως ποιεῖσθαι τὸν πόλεμον. Καὶ εἰ καλῶς καὶ εὐτάκτως καὶ ἀνδρείως διάθηται τὰ περὶ τοῦ πολέμου, μεγάλως εὐοδωθήσεται. 10.16 Εἰ δέ γε τῇ πρώτῃ ἡμέρᾳ οὐ δυνήσεται τούτους κατατροπώσασθαι, ἰσχυρῶς αὐτῶν ἀνθισταμένων καὶ πεζικὴν ἐχόντων δύναμιν καὶ ἀπὸ τῆς τοῦ τόπου θέσεως βοηθουμένων, δέον καὶ παραμεῖναι αὐτοὺς καὶ πλεῖον πεζικὸν προσκαλέσασθαι. Καὶ ἐν τῇ νυκτὶ τοὺς ψιλοὺς κατ' αὐτῶν καὶ τοὺς σφενδονήτας βάλλειν παρασκευάσει, καὶ πυρὰ πλεῖστα ἀνάπτειν γύροθεν αὐτῶν, καὶ ἀνδρείως καὶ εὐτόλμως παραινέσαι τοῖς ψιλοῖς τοῦ ἐκ χειρὸς μάχεσθαι καὶ προκινδυνεύειν, ἕως ἂν εἰσέλθωσιν ἔνδον τοῦ ἀπλήκτου τῶν πολεμίων, καὶ ἵππους καὶ ἡμιόνους καί τινα πράγματα νυκτὸς ἀναλάβωνται, πλήττοντες συνεχῶς καὶ ἀναιροῦντες τοὺς πολεμίους. 10.17 Καὶ εἰ ὅλως Θεοῦ βοηθείᾳ τοιοῦτον πρὸς ἓν μέρος γένηται καὶ θεαθῇ καὶ ἐπιγνωσθῇ ὑπὸ τῶν ἄλλων τάξεων, ὁρμήσουσι καὶ αὐτοὶ