ἀλλήλων. 1 Kor 6,11 Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων. 1 Kor 6,12-13 Οὐ προσώπου λέγει, ἀλλὰ πράγματος ἀπὸ τοῦ ὑπό τινος· περὶ τούτων γὰρ ὁ λόγος· τὰ 247 βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. 246,ξολ2 Οὐ περὶ προσώπου λέγει τὸ ὑπό τινος, ἀλλὰ περὶ πράγματος ἀτόπου καὶ πάθους. περὶ δὲ 247,ξολ2 ἑαυτοῦ λέγων τοὺς ἄλλους εἰς ἐγκράτειαν προτρέπει. εἰδὼς δὲ ὅτι τῆς πλεονεξίας αὐτῶν ἡ γαστὴρ αἰτία-οἱ γὰρ πολλοὶ πάντα τολμῶσιν διὰ τὰς τῆς γαστρὸς ἡδονάς-διδάσκει ὡς ἀσύμφορόν ἐστι δουλεύειν τῇ κοιλίᾳ. Οἴδαμεν ὅτι τὰ βρώματα τῇ κοιλίᾳ. ἀφώρισται καὶ αὐτὴ τούτοις, ἀλλ' ὅμως πρόσκαιρα ταῦτα καὶ καταπαύσει αὐτὰ ὁ θεός· μετὰ γὰρ τὴν ἀνάστασιν ἀθανασίας διδομένης περιττὴ τῶν βρωμάτων ἡ χρεία. τί οὖν περὶ τὰ πρόσκαιρα σπουδάζετε ἐξ ὧν πορνεῖαι καὶ ἡδοναὶ ἄτοποι; 1 Kor 6,14Ὅτι τὰ βρώματα καὶ τὸ ἐσθίειν πρόσκαιρον δῆλον. τὸ μέντοι σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ ἀφώρισται, καὶ ὁ κύριος τῷ σώματι· καὶ οὐκ ἂν εἴη τὸ σῶμα πρόσκαιρον, ἀλλ' ἐγερθήσεται εἰς ἀειδιότητα κατὰ τὸν τύπον τοῦ Χριστοῦ. 1 Kor 6,15 Σῶμα καὶ μέλη λέγει Χριστοῦ, τὸ σῶμα τῶν πιστευσάντων καὶ βαπτισθέντων. 1 Kor 6,16-19Ὅπερ ἄν τις ἁμάρτῃ πρὸς τὸ τρέφειν ἢ ἀμφιεννύναι τὸ σῶμα, ποιεῖ καὶ κατακοσμεῖν καὶ τὴν χρείαν αὐτῷ πληροῦν καὶ πρὸς τιμὴν τοῦ σώματος· ὁ μέντοι τῇ πόρνῃ κολλώμενος, ἓν σῶμα αὐτῇ ποιῶν τὸ ἴδιον σῶμα, ὑβρίζει αὐτὸ καὶ ἀτιμάζει. Τὰ ἱμάτια καὶ ὁ κόσμος ἐκτὸς τοῦ σώματός εἰσιν· διὸ καὶ ὁ ταῦτα ποιῶν ἔξω τοῦ σώματος ἁμαρτάνει, ἤτοι ὁ μὲν λοιδορῶν ἢ καὶ ψευδόμενος ἄλλους ζημιοῖ καὶ ἁρπάζει, καὶ τὴν ἑτέρου τις γυναῖκα μοιχᾶται, ὁ δὲ πορνεύων ἑαυτὸν ὑβρίζει οὐκ εἰς ἄλλον τινὰ διαβαινούσης τῆς ἀπὸ τοῦ πράγματος βλάβης. πᾶν οὖν ὃ ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, ἥμαρτεν μέν, οὐ μὴν εἰς τὸ αὐτοῦ σῶμα οὐδὲ τὴν ἑαυτοῦ ἠτίμωσε σάρκα ὡς ὁ πορνεύσας. 248 Καὶ μὴν καὶ ἀνδροφόνος τὴν χεῖρα μολύνων τῷ αἵματι εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, καὶ ὁ λοίδορος τὴν γλώττην ὥσπερ αἱμάττων ταῖς λοιδορίαις, ἀλλ' ὁ προνεύων, φησίν, ὅλον ἑαυτὸν βαπτίζει τῷ τῆς πορνείας βορβορῷ. ὁ τοίνυν Παῦλος τῇ τῶν πολλῶν ὑπονοίᾳ συναπεχρήσατο φήσας τἄλλα ἁμαρτήματα ἐκτὸς τοῦ σώματος εἶναι. ἕτεροι δέ φασι ταύτην ἔχειν τὸ ῥητὸν τὴν διάνοιαν, ὅτι ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, τοῦτ' ἔστιν εἰς τὴν τοῦ ἰδίου σώματος σύστασιν καὶ εἰς αὐτήν, ὡς ἂν εἴποι τις, τὴν τοῦ ἀνθρώπου κατασκευὴν καὶ εἰς τὰς ἀρχὰς τῆς ἡμετέρας γενέσεως, ὡσανεὶ ἔλεγεν· παύσαιο οὕτως διὰ τῆς παρανόμου μίξεως ὑβρίζων εἰς τὸ τῆς φύσεως ἐργαστήριον ἐξ οὗ καὶ τὸ σὸν σῶμα βεβλάστηκεν. ἕτεροι δὲ ὡς σπουδὴ τῷ Παύλῳ, φασί, συγγνώμης κρεῖττον δεῖξαι τὸ τῆς πορνείας ἁμάρτημα. καὶ εἰπὼν ἀνωτέρω· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν καὶ τὰ ἑξῆς, καὶ δείξας ἐκ τούτου ὡς ὁ πορνεύων περὶ τὰ μέλη τοῦ Χριστοῦ πλημμελεῖ, οὕτως ἐπιφέρει πᾶν ἁμάρτημα καὶ ἑξῆς· ὁ μὲν γὰρ λοίδορος ἢ ἅρπαξ ἢ πλεονέκτης εἰς ἄνθρωπον ἐπλημμέλησεν ὃν ἐλοιδόρησεν ἢ ἠδίκησεν, ὁ δὲ πορνεύσας εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ὅπερ ἐστὶ μέλη Χριστοῦ. ἡνίκα γὰρ διὰ τῆς υἱοθεσίας τοῦ πνεύματος εἰς σῶμα τελεῖ τοῦ Χριστοῦ, οὐ πορνείαν μόνον ἀλλὰ καὶ ἀσέβειαν ἂν ἐγκληθήσεται ὡς τὰ μέλη τοῦ Χριστοῦ ποιῶν πόρνης μέλη, καὶ εἰς τὸ ἴδιον σῶμα ὡς εἰς ναὸν ὑβρίζων Χριστοῦ. διὸ καὶ ἐπάγει· ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ καὶ τὰ ἑξῆς; τὸ γὰρ τῆς πορνείας ἁμάρτημα περὶ τὸ σῶμα ὡς περὶ θεοῦ ναὸν ἁμαρτάνετε, καὶ φυγαδεύει τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τὰ λοιπὰ τῶν ἁμαρτημάτων ἀνεύθυνα-πάντα γὰρ ἔκπτωσιν ἔχει τῆς βασιλείας-ἀλλ' ὅτι πρὸς τὸ προκείμενον ἐσπούδασε χαλεπωτέραν ἀποφῆναι τὴν πορνείαν ἁπάντων, πρόρριζον τὸ πάθος ἀνασπᾶσαι βουλόμενος ὡς ἀσεβέστερον παρὰ Korινθίων ἁμαρτανόμενον· ὅλως γάρ, φησίν, ἐν ὑμῖν ἀκούεται πορνεία καὶ τὰ ἑξῆς. 1 Kor 6,Ὁ πορνεύσας καὶ ἀσεβείας ἐστιν ὑπεύθυνος· τὸ γὰρ ἑαυτοῦ σῶμα ἐνυβρίσας τὸν ναὸν τοῦ ἁγίου πνεύματος