τεχνάζεσθαι τοιαύταις ἐπινοίαις. οὗτος μαθὼν καὶ διαγνοὺς ὁποίαν ἵππον στέργει τῶν ἄλλων πλέον ἁπασῶν ἵππος ὁ τοῦ ∆αρείου, μετὰ τὴν μῖξιν τοῖν ἀμφοῖν οὖρον λαβὼν ἐκείνης ἐκ τούτου περιέχρισε μυκτῆρας τοὺς ἱππίους. ἅμα δὲ καθιππάσαντο, καὶ πρῶτος ὁ ∆αρείου, ἐκ τῆς ὀσμῆς συγκινηθεὶς τῶν οὔρων τῆς θηλείας, καὶ φριμαγμοῖς ἐχρήσατο καὶ χρεμετίζων ὤφθη. καὶ τὸ καινὸν καὶ θαυμαστὸν ὅτι βροντώδης ἦχος καὶ στεροπαὶ γεγόνασι θαμβοῦσαι τοὺς παρόντας, οἳ ταῦθ' ὡς ἐθεάσαντο, τῶν ἵππων ἀποβάντες ∆αρείῳ προσεκύνησαν, ὡς ἔθος παρὰ Πέρσαις. Τῆς οὖν ἀρχῆς τοὺς οἴακας δεξάμενος ∆αρεῖος πολλὰς μὲν προσεκτήσατο καὶ νήσους ἁλικλύστους καὶ πόλεις ἠπειρωτικὰς καὶ τὴν Ἀσίαν πᾶσαν στρατὸν δὲ μυριάριθμον καὶ κατὰ τῶν Ἑλλήνων ἐκπέμψας κεκινδύνευκε πάντων ἐκεῖ πεσόντων. Μετὰ ∆αρεῖον τούτου παῖς Ξέρξης Περσῶν κατῆρξεν, ὃς προσβαλὼν τοῖς Ἕλλησιν ἐκ γῆς ἀπὸ θαλάσσης, ἐκ ναυτικῶν ἐξ ἱπποτῶν, ἐκ πάσης ἐπινοίας, καὶ τὸν στρατὸν ἀπώλεσε καὶ μόνος ἐπὶ πλοίου μόλις φυγὼν καὶ διαδρὰς αἰσχρῶς ἐπαλινόστει. Μετὰ τὸν Ξέρξην ἦρξε δὲ μακρόχειρ Ἀρταξέρξης, καὶ καθεξῆς γεγόνασιν ἄλλοι πολλοὶ Περσάρχαι, καὶ τῶν ἐθνῶν ὑπήγαγον τὰ πλείονα δουλείᾳ, ἕως Ἀλέξανδρος ἐλθὼν ὁ Μακεδὼν ὁ μέγας Περσῶν παρέλυσεν ἀρχήν, εἷλε τὴν δυναστείαν, εἰς ἔτη διαρκέσασαν ἀπὸ τοῦ πρώτου Κύρου δὶς ἑκατὸν καὶ σὺν αὐτοῖς εἰς ἕτερα τρὶς δέκα, ὡς ἐν τοῖς βίβλοις φέρεται τῶν παλαιγενεστέρων. Οὗτος Περσῶν ἐκράτησεν, οὗτος Ἰνδῶν κατῆρξε, τούτῳ καθυπετάγησαν Συρία καὶ Φοινίκη καὶ πᾶν ἔθνος καὶ πάσης γῆς χωράρχαι καὶ σατράπαι ἀπ' ἄκρων τῶν ἀνατολῶν μέχρι δυσμῶν ἐσχάτων. ὡς δὲ καὶ τοῦτον ἄνθρωπον ὄντα θνητὸν τῇ φύσει ἐχρῆν τὸ χρέως τῆς θνητῆς φύσεως ἀποδοῦναι, φάρμακον μὲν συσκευασθὲν γῆθεν αὐτὸν ἁρπάζει, τὸ δὲ τοσοῦτον μέγεθος αὐτοῦ τῆς βασιλείας εἰς δέκα μεταβέβηκεν ἄνδρας εὐτολμοτάτους, τῶν Ἀλεξάνδρου δηλαδὴ τοὺς πρώτους δορυφόρων, κατατμηθὲν καὶ μερισθὲν εἰς δέκα διαιρέσεις. ὁ μὲν γὰρ ἐκυρίευσε Συρίας καὶ Φοινίκης, ὁ δὲ κατῆρξε γῆς Θρᾳκῶν, ἄλλος Παφλαγονίας, Ἀσία δ' ἄλλον ἔλαχεν. ὁ δέ γε Πτολεμαῖος τὴν γῆν ἐσφετερίσατο μόνος τὴν τῆς Αἰγύπτου, ἐξ οὗ καὶ πάλιν Αἴγυπτος ἔσχεν ἀρχὴν τοῦ κράτους. τοῦτον ἡμέροις ἔβλεψεν ἡ τύχη τοῖς βλεφάροις, καὶ πᾶν ἀπέβη κατὰ νοῦν τούτῳ τῷ Πτολεμαίῳ· οὗτος κατέδραμε πολλῶν χωρῶν καὶ Παλαιστίνης, καὶ γέγονε πολύχρυσος, καὶ βρίθων ἦν τῷ πλούτῳ. οἱ μετὰ τοῦτον τοιγαροῦν κατάρξαντες Αἰγύπτου, τὴν τύχην καὶ τὴν εὔκλειαν ζηλοῦντες τὴν ἐκείνου, καλεῖσθαι πάντες ἤθελον ἐκ τούτου Πτολεμαῖοι. τοῦ πρώτου Πτολεμαίου δὲ τὸν βίον ἐκλιπόντος τὸν μετ' αὐτὸν Φιλάδελφον ἐπίκλην Πτολεμαῖον Αἴγυπτος ἔσχεν ἀρχηγόν, ὃς πρῶτος βασιλέων τὴν Ἀλεξάνδρου τέθεικε βίβλων πολλῶν μητέρα· ἀπειραρίθμους γάρ φασιν βίβλους αὐτὸν ἀθροῖσαι, εἰς ὅλας τεσσαράκοντα φθανούσας μυριάδας. εἶχε μὲν οὕτως εὐτυχῶς τὸ Πτολεμαῖον κράτος, καὶ πάλιν εἶχεν Αἴγυπτος εὔκλειαν βασιλείας. ἀλλ' ἦν οὐδέν, ὡς ἔοικε, μόνιμον ἐν τῷ βίῳ, οὐ πλοῦτος, οὐ βασίλειον κράτος, οὐ δυναστεία. πρὸς γὰρ τοῖς ἄλλοις κράτορσι τῆς χώρας Αἰγυπτίων καὶ Κλεοπάτρα βασιλὶς Αἰγύπτου γεγονυῖα ἐκ δεξιᾶς Ῥωμαϊκῆς τὸ κράτος ἀφῃρέθη, τοῦ Καίσαρος τοῦ σεβαστοῦ τήνδε χειρωσαμένου. κἀντεῦθεν πάλιν ἔρρευσε τὰ τῆς Αἰγύπτου σκῆπτρα, ἐν ἔτεσιν ἀνθήσαντα καὶ πρὸς ἀκμὴν ἐλθόντα τοῖς ὅλοις ἐνενήκοντα πρὸς τοῖς διακοσίοις. οὐ μόνην δὲ τὴν Αἴγυπτον εἷλον Ῥωμαίων χεῖρες, ἀλλὰ καὶ σύμπασαν ὁμοῦ τὴν ὑπὸ τὴν σελήνην. Καὶ ταῦτα μὲν ὡς δυνατὸν ἱστόρηται τῷ λόγῳ ἐπιδρομάδην καὶ σαφῶς, ὡς ἐμαυτὸν συμπείθω· προσῆκον δ' ἔμοιγε δοκεῖ, καὶ τέχνης οὐχὶ πόρρω, ἐπιμνησθῆναι πρὸς μικρὸν πραγμάτων Ἑλληνίων, τὴν γλῶττάν τε χαρίσασθαι τοῖς κατὰ τοὺς Ἑβραίους. Λιμός ποτε κατέλαβε βαρὺς τὴν Χαναναίαν, καὶ πάντας ἐπεβόσκετο τὸ τοῦ κακοῦ πυρφόρον, καὶ πρὸς τοῖς ἄλλοις Ἰακὼβ εἶχε τὸν οἶκον πάντα. ὁ τοίνυν θεῖος Ἰσραὴλ (οὕτω γὰρ μετεκλήθη) τὸ μὲν
12