1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

ἀρχὴν τυχεῖν διαμαρτόντας, ἢ μὴ τὰ μέ 35.708 γιστα· ἐπειδὴ τὸ παντελῶς ἀναμάρτητον ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἔταξεν ὁ Θεός· δεύτερον δὲ, ὡς ἔμοιγε δοκεῖ, τὸ πταίσαντάς τι καὶ παιδευθέν τας, εἶτα ἐπανεθέντας, ἐν αἰσθήσει γοῦν διαμεῖναι τῆς παιδαγωγίας, καὶ φεύγειν δευτέραν ἐκ δευτέρας κακίας μάστιγα.

Λ∆ʹ. Τοιγάρτοι καὶ ἡμεῖς ἔργῳ τῆς θείας παι δεύσεως ἐπαισθώμεθα. ∆είξωμεν ἡμᾶς αὐτοὺς ἀξίους οὐχ ὧν πρῶτον πεπόνθαμεν, ἀλλὰ ὧν ὕστερον τετυ χήκαμεν. Ἀπολογησώμεθά τι περὶ τῆς κατασχού σης ἡμᾶς συμφορᾶς, ὅτι οὐχ ὡς κακοῦργοι τοῖς ἔθνεσι παρεδόθημεν, ἀλλ' ὡς παῖδες ἐσωφρονίσθημεν. Μὴ ἐπιλαθώμεθα τῆς ζάλης ἐν τῇ γαλήνῃ, μηδὲ τῆς ἀῤῥωστίας ἐν τῷ καιρῷ τῆς ὑγιείας, μηδὲ τῆς αἰχμαλωσίας, ἀνασωθέντες εἰς τὴν Ἱερουσαλὴμ, μηδὲ τῆς Αἰγύπτου μετὰ τὴν Αἴγυπτον· μὴ ποιήσω μεν ἀμείνω τὸν τῆς κακοπαθείας καιρὸν τοῦ τῆς ἀνέσεως· ποιήσομεν δὲ, εἰ φαινοίμεθα τότε μὲν συνεσταλμένοι καὶ μετριάζοντες, καὶ πάσας εἰς οὐρανὸν ἀνατείνοντες τὰς ἐλπίδας, νυνὶ δὲ ἐπαιρόμε νοι καὶ χαυνούμενοι, καὶ πάλιν εἰς τὰς αὐτὰς ἀνα τρέχοντες ἁμαρτίας, ἐξ ὧν εἰς τὰς συμπεσούσας ἡμῖν συμφορὰς ὑπήχθημεν. Μὴ οὕτω, τέκνα, μὴ, λέγει που νουθετῶν ὁ ἱερεὺς Ἡλεὶ τοὺς ἑαυτοῦ παῖδας εἰς Θεὸν ἁμαρτάνοντας· ἀλλ' εἰδότες, ὅτι ῥᾷόν ἐστιν εὐ πραγίαν ἀπελθοῦσαν ἀνακαλέσασθαι, ἢ παραγενο μένην ἐκ Θεοῦ διασώσασθαι (τὴν μὲν γὰρ τὸ σοφρονεῖν ἐπανάγει, τὴν δὲ διαλύει τὸ ῥᾴθυμον)· καὶ ὅτι τὰ σώματα κάμνοντα μὲν ταῖς θεραπείαις ἀναφέρει καὶ ταῖς ἐνδείαις, ἀνενεγκόντα δὲ ταῖς κατὰ μικρὸν ἀμε λείαις καὶ ταῖς πλησμοναῖς, πάλιν ὑποῤῥεῖ, καὶ πρὸς τὰς αὐτὰς ἀῤῥωστίας ἐπάνεισι. Ταῦτα εἰδότες, καὶ ἀλλήλους διδάσκοντες, γενώμεθα ἡμῶν αὐτῶν, καὶ σωφρόνως τὸν καιρὸν διαθώμεθα.

ΛΕʹ. Πρῶτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πο λυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγείας τὸν καρπὸν ἐμάθετε· μηδὲ ἄνθεσι στέ ψωμεν ἀγυιὰς, μηδὲ μύρων αἰσχύναις τραπέζας, μηδὲ πρόθυρα καλλωπίσωμεν· μὴ τῷ αἰσθητῷ 35.709 φωτὶ καταλαμπέσθωσαν αἱ οἰκίαι, μηδὲ συναυλίαις καὶ κρότοις περιηχείσθωσαν· οὗτος μὲν γὰρ Ἑλ ληνικῆς ἱερομηνίας ὁ νόμος· ἡμεῖς δὲ μὴ τούτοις τὸν Θεὸν γεραίρωμεν, μηδὲ τὸν παρόντα καιρὸν ἐπαί ρωμεν, οἷς οὐκ ἄξιον, ἀλλὰ ψυχῆς καθαρότητι, καὶ διανοίας φαιδρότητι, καὶ λύχνοις τοῖς ὅλον τὸ σῶμα φωτίζουσι τῆς Ἐκκλησίας, θείοις λέγω θεωρήμασι καὶ νοήμασιν, ἐπί τε τὴν ἱερὰν λυχνίαν ἐγειρομένοις, καὶ πᾶσαν τὴν οἰκουμένην καταλάμπουσι. Μι κρόν μοι πρὸς τοῦτο τὸ φῶς, πάντα ὅσα ἰδίᾳ τε καὶ δημοσίᾳ πανηγυρίζοντες ἀνάπτουσιν ἄνθρωποι. Ἔχω τι καὶ μύρον, ἀλλ' ᾧ χρίονται μόνον ἱερεῖς τε καὶ βασιλεῖς, ὄντι ποικίλῳ τε καὶ πολυτελεῖ, καὶ δι' ἡμᾶς κενωθέντι, ἀλλὰ μεγάλου μυρεψοῦ τέχνῃ συγκείμενον. Εἴθε μοι γένοιτο τούτου τοῦ μύρου τὴν εὐωδίαν προσβαλεῖν τῷ Θεῷ! Ἔχω καὶ τρά πεζαν τὴν πνευματικὴν ταύτην καὶ ἔνθεον, ἣν ἡτοί μασέ μοι Κύριος ἐξεναντίας τῶν θλιβόντων με, ᾗ προσαναπαύομαι καὶ τρυφῶ, καὶ οὐδὲν ἐξ υβρίζω διὰ τὸν κόρον, ἀλλὰ καὶ κοιμίζω πᾶσαν παθῶν ἐπανάστασιν. Ἔχω καὶ ἄνθη, πάντων ἐαρινῶν εὐανθέστερά τε καὶ μονιμώτερα, τοῦ ἀγροῦ τοῦ πλήρους, ὃν εὐλόγησε Κύριος, τοὺς ἱεροὺς καὶ εὐώδεις ποιμένας καὶ διδασκάλους, καὶ τοῦ λαοῦ ὅσον καθαρόν τε καὶ ἔκκριτον. Τούτοις στεφανωθῆναι βού λομαι καὶ πομπεύειν, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισά μενος, καὶ τὸν δρόμον τελέσας, καὶ τὴν πίστιν τη ρήσας, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ἀναλάβωμεν ὕμνους ἀντὶ τυμπάνων, ψαλμῳδίαν ἀντὶ τῶν αἰσχρῶν λυγισμάτων τε καὶ ᾀσμάτων, κρότον εὐχαρι στήριον ἀντὶ κρότων θεατρικῶν, καὶ χειρῶν πρᾶξιν εὔηχον, σύννοιαν ἀντὶ γέλωτος, ἀντὶ μέθης ἔμφρονα λόγον, ἀντὶ θρύψεως σεμνοπρέπειαν. Εἰ καὶ ὀρχήσασθαι δεῖ σε, ὡς πανηγυριστὴν καὶ φιλέορτον, ὄρχησαι μὲν, ἀλλὰ μὴ τὴν Ἡρωδιάδος ὄρχησιν τῆς ἀσχήμονος, ἧς ἔργον Βαπτιστοῦ θάνατος·