12
ἐμοὶ καὶ οὐρανοῦ καὶ τῶν οὐρανίων. πίστις δὲ ἀγέτω πλέον ἡμᾶς ἢ λόγος, εἴπερ ἔμαθες τὸ ἀσθενὲς ἐν τοῖς ἐγγυτέρω, καὶ λόγον ἔγνως τὸ γνῶναι τὰ ὑπὲρ λόγον, ἵνα μὴ παντελῶς ἐπίγειος ᾖς ἢ περίγειος, ἀγνοῶν καὶ αὐτὸ τοῦτο, τὴν ἄγνοιαν.
29 Τίς περιήγαγεν οὐρανόν, ἔταξεν ἀστέρας; μᾶλλον δέ, τί πρὸ τούτων οὐρανὸς καὶ ἀστέρες ἔχοις ἂν εἰπεῖν, ὁ μετέωρος, ὁ τὰ ἐν ποσὶν ἀγνοῶν, καὶ οὐδὲ σεαυτὸν μετρῆσαι δυνάμενος, τὰ δὲ ὑπὲρ τὴν σὴν φύσιν πολυπραγμονῶν, καὶ κεχηνὼς εἰς τὰ ἄμετρα; ἔστω γάρ σε κύκλους καὶ περιόδους καὶ πλησιασμοὺς καὶ ἀποχωρήσεις καταλαμβάνειν, ἐπιτολὰς καὶ ἀνατολάς, καὶ μοίρας τινὰς καὶ λεπτό τητας, καὶ ὅσοις σὺ τὴν θαυμασίαν σου ταύτην ἐπιστήμην ἀποσε μνύνεις· οὔπω τοῦτο κατάληψις τῶν ὄντων ἐστίν, ἀλλὰ κινήσεώς τινος ἐπιτήρησις, ἣ πλείονι γυμνασίᾳ βεβαιωθεῖσα, καὶ εἰς ἓν ἀγαγοῦσα τὰ τηρηθέντα πλείοσιν, εἶτα λόγον ἐπινοήσασα, ἐπιστήμη προσηγορεύθη· ὥσπερ τὰ περὶ σελήνην παθήματα γνώριμα γέγονε τοῖς πολλοῖς, τὴν ὄψιν ἀρχὴν λαβόντα τῆς γνώσεως. σὺ δέ, εἰ λίαν ἐπιστήμων εἶ τούτων, καὶ δικαίως ζητεῖς θαυμάζεσθαι, εἰπὲ τίς ἡ τῆς τάξεως αἰτία καὶ τῆς κινήσεως; πόθεν ἥλιος φρυκτωρεῖ πάσῃ τῇ οἰκουμένῃ καὶ πάσαις ὄψεσιν, ὥσπερ χοροῦ τινὸς κορυφαῖος, πλέον τοὺς ἄλλους ἀστέρας ἀποκρύπτων φαιδρότητι ἤ τινες ἐκείνων ἑτέρους; ἀπόδειξις δέ, οἱ μὲν ἀντιλάμπουσιν, ὁ δὲ ὑπερλάμπει, καὶ οὐδὲ ὅτι συνανίσχουσιν ἐᾷ γνωρίζεσθαι, καλὸς ὡς νυμφίος, ταχὺς ὡς γίγας καὶ μέγας· οὐδὲ γὰρ ἀνέχομαι ἄλλοθεν ἢ τοῖς ἐμοῖς τοῦτον ἀποσεμνύνειν· τοσοῦτος τὴν δύναμιν, ὥστε ἀπ' ἄλλων ἄκρων ἄλλα τῇ θερμότητι καταλαμβάνειν, καὶ μηδὲν διαφεύγειν αὐτοῦ τὴν αἴσθησιν, ἀλλὰ πᾶσαν πληροῦσθαι καὶ ὄψιν φωτὸς καὶ σωματικὴν φύσιν θερμότητος· θέροντος, ἀλλ' οὐ φλέγοντος, εὐκρασίας ἡμερότητι καὶ τάξει κινήσεως, ὡς πᾶσι παρόντος, καὶ πάντα ἐπίσης περιλαμβάνοντος.
30 Ἐκεῖνο δέ σοι πηλίκον, εἰ κατενόησας· Τοῦτο ἐν αἰσθητοῖς ἥλιος, ὅπερ ἐν νοητοῖς θεός, ἔφη τις τῶν ἀλλοτρίων. αὐτὸς γὰρ ὄψιν φωτίζων, ὥσπερ ἐκεῖνος νοῦν· αὐτὸς καὶ τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον, ὥσπερ ἐκεῖνος τῶν νοουμένων. ἀλλὰ τί τὸ κινῆσαν αὐτὸν ἀπ' ἀρχῆς; τί δαὶ τὸ ἀεὶ κινοῦν καὶ περιάγον ἑστῶτα λόγῳ καὶ μὴ κινούμενον, ὄντως ἀκάμαντα, καὶ φερέσβιον, καὶ φυσίζωον, καὶ ὅσα ποιηταῖς ὕμνηται κατὰ λόγον, καὶ μήτε τῆς ἑαυτοῦ φορᾶς ποτὲ μήτε τῶν εὐεργεσιῶν ἱστάμενον; πῶς ἡμέρας δημιουργὸς ὑπὲρ γῆς καὶ νυκτὸς ὑπὸ γῆν; ἢ οὐκ οἶδ' ὅ τι χρὴ λέγειν ἡλίῳ προσβλέψαντα. τίς ἡ τούτων πρόσληψίς τε καὶ ἀνθυφαίρεσις, καὶ ἡ τῆς ἀνισότητος ἰσότης, ἵν' εἴπω τι καὶ παράδοξον; πῶς δὲ ὡρῶν ποιητής τε καὶ μεριστής, εὐτάκτως ἐπιγινομένων τε καὶ ἀπογινομένων, καὶ ὥσπερ ἐν χορῷ συμπλεκομένων ἀλλήλαις καὶ διισταμένων, τὸ μὲν φιλίας νόμῳ, τὸ δὲ εὐταξίας, καὶ κατὰ μικρὸν κιρναμένων, καὶ ταῖς ἐγγύτησι κλεπτομένων ταὐτὸν ἡμέραις τε καὶ νυξίν, ἵνα μὴ τῇ ἀηθείᾳ λυπήσωσιν; ἀλλ' ἴτω μὲν ἡμῖν ἥλιος· σὺ δὲ ἔγνως σελήνης φύσιν, καὶ πάθη, καὶ μέτρα φωτός, καὶ δρόμους, καὶ πῶς ὁ μὲν ἡμέρας ἔχει τὴν δυναστείαν, ἡ δὲ νυκτὸς προκαθέζεται, καὶ ἡ μὲν θηρίοις δίδωσι παρρησίαν, ὁ δὲ ἄνθρωπον ἐπὶ τὸ ἔργον ἀνίστησιν, ἢ ὑψούμενος ἢ ταπεινούμενος πρὸς τὸ χρησιμώτατον; συνῆκας δὲ δεσμὸν Πλειάδος ἢ φραγμὸν Ὠρίωνος, ὡς ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, καὶ δόξης ἑκάστου διαφοράν, καὶ τάξιν κινήσεως, ἵνα σοι πιστεύσω διὰ τούτων πλέκοντι τὰ ἡμέτερα καὶ κατὰ τοῦ κτίστου τὴν κτίσιν ὁπλίζοντι;
31 Τί λέγεις; ἐνταῦθα στησόμεθα τοῦ λόγου μέχρι τῆς ὕλης καὶ τῶν ὁρωμένων; ἢ ἐπειδὴ τοῦ κόσμου παντὸς ἀντίτυπον τὴν Μωυσέως σκηνὴν οἶδεν ὁ λόγος, τοῦ ἐξ ὁρατῶν τε καὶ ἀοράτων λέγω συστήματος, τὸ πρῶτον καταπέτασμα διασχόντες, καὶ ὑπερβάντες τὴν αἴσθησιν, εἰς τὰ ἅγια παρακύψωμεν, τὴν νοητὴν φύσιν καὶ ἐπουράνιον; οὐκ ἔχομεν οὐδὲ ταύτην ἀσωμάτως ἰδεῖν, εἰ καὶ ἀσώματος,