12
τὸν αὐτῇ μετὰ ἀκριβείας καὶ τῆς προσηκούσης διαθέσεως χρώμενον. Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἀπαρτίσας τὴν περὶ τῶν ἠθῶν παραίνεσιν, καὶ τῇ θεογνωσίᾳ προσαγαγὼν, καὶ πάντα κινήσας τρόπον τὸν δυνάμενον διαναστῆσαι τῶν πεπλανημένων τὴν διάνοιαν, καὶ μάλιστα ἀπὸ τῶν ἀνακειμένων αὐτῷ καὶ τῆς εἰς αὐτοὺς προνοίας δείξας αὐτοῦ τὴν κηδεμονίαν, ἀντίθεσίν τινα παρὰ τῶν ἀσθενεστέρων καὶ παχυτέρων εἰσαγομένην τίθησι καὶ λέγει· Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Οὐχ οἱ ὀλίγοι, οἱ γνήσιοι καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες ταῦτα λέγουσιν, ἀλλὰ τὸ κεχυμένον πλῆθος, τὸ ἀδιάκριτον, τὸ 55.54 ἀνοίᾳ προσηλωμένον. Τί δέ ἐστιν ὅ φησι; Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Εἰσί τινες οἱ λέγοντες, οἱ μὲν τοῦ Θεοῦ διαβάλλοντες τὴν πρόνοιαν, οἱ δὲ ἡδονῆς ὄντες ἐρασταὶ, ἀνέσεως καὶ πλούτου, δόξης καὶ δυναστείας, οἳ καὶ ἐρῶντες αὐτῶν τοιαῦτά φασι· Ποῦ τὰ ἀγαθὰ τοῦ Θεοῦ; Ἐγὼ ἐν πτωχείᾳ, καὶ νόσῳ, καὶ ταλαιπωρίᾳ, καὶ τοῖς ἐσχάτοις δεινοῖς, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις· ἕτερος δὲ ἐν εὐημερίᾳ, καὶ τρυφῇ, καὶ δυναστείᾳ, καὶ δόξῃ, καὶ πλούτῳ. Καὶ οἱ μὲν ταῦτα μόνον ζητοῦσι τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθὰ παρατρέχοντες, ἀρετὴν λέγω καὶ φιλοσοφίαν· οἱ δὲ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν ἐντεῦθεν διαβάλλουσι, λέγοντες· Ποῦ ἡ τοῦ Θεοῦ πρόνοια, τοσαύτης συγχύσεως ἐν τῷ βίῳ γινομένης, καὶ τῶν πλειόνων ἐν πτωχείᾳ καὶ πενίᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς; τί τεκμήριον αὐτοῦ τῆς κηδεμονίας; Ταὐτὸν γὰρ ποιοῦσιν οἱ ταῦτα λέγοντες, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ καὶ καθαρᾷ τὸν ἥλιον ἰδεῖν ἐπιζητοίη, καὶ ἀμφιβάλλοι περὶ τοῦ φωτός. Ὅπερ δεικνὺς ὁ Προφήτης, καὶ ταχίστην ἐπάγων τὴν λύσιν, ἔλεγεν· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Οὐκ εἶπεν, ἐφάνη· οὐκ εἶπεν, ἔλαμψεν, ἀλλ', Ἐσημειώθη, δηλῶν ὅτι ὥσπερ τὸ ἐν μετώπῳ σεσημειωμένον πᾶσι κατάδηλόν ἐστι, καὶ οὐκ ἔστιν οὐδένα αὐτὸ λαθεῖν, οὐδὲ ὄψιν φωτὸς γέμουσαν καὶ ἀφιεῖσαν ἀκτῖνας δύναταί τις ἀγνοῆσαι· οὕτω, φησὶν, οὐδὲ τὴν πρόνοιαν τὴν σήν. Ὥσπερ γὰρ φῶς σεσημειωμένον, τουτέστιν, ἐντετυπωμένον καὶ ἐγκεχαραγμένον ἐν προσώπῳ, πᾶσίν ἐστι κατάδηλον· οὕτω καὶ ἡ πρόνοια τῆς φιλανθρωπίας τῆς σῆς. Φῶς γὰρ ἐνταῦθα τὴν ἀντίληψίν φησι, τὴν κηδεμονίαν, τὴν συμμαχίαν, τὴν πρόνοιαν. Εἶτα ἀποφηνάμενος τοῦτο, καὶ ἀπόδειξιν ἐπάγει. Ποίαν δὴ ταύτην; Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. ∆ιαβαλὼν τὸ ἀλόγιστον πλῆθος, ἀπὸ τῶν νοῦν ἐχόντων καὶ ὑγιαινόντων τὴν ἀπόδειξιν ποιεῖται τῆς τοῦ Θεοῦ προνοίας, καί φησιν, Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· τουτέστι, Φιλοσοφεῖν με ἐπαίδευσας, ὑπερορᾷν τῶν βιωτικῶν πραγμάτων, εἰδέναι τὰ ἀληθῆ καὶ μένοντα· χρησταῖς ἐμετεώρησας ἐλπίσι, πρὸς τὴν μέλλουσαν ζωὴν ἐχειραγώγησας· πρὸ τῆς ἀπολαύσεως τῶν ἀγαθῶν τῇ προσδοκίᾳ τῶν ἀγαθῶν ἀνεπτέρωσας. Καλῶς οὕτως εἶπεν. ιʹ. Εἰ γὰρ κληρονομεῖν τις μέλλων χρήματα, ἢ καὶ εἰς ἀρχὴν ἰέναι μεγίστην, οὐ κατὰ τὸν καιρὸν τῆς ἀπολαύσεως μόνον, ἀλλὰ καὶ πρὸ τῆς πείρας ὀρθοῦται τῇ προσδοκίᾳ, πάντα τὸν χρόνον τρυφῶν ὑπὸ τῆς ἐλπίδος· ἐννόησον οἷον εἰκὸς εἶναι τὸν τὴν βασιλείαν προσδοκῶντα ζῶσαν καὶ ἀθάνατον, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. ∆ιὰ τοῦτό φησιν· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Ὅπερ μεγίστης προνοίας ἦν, τότε ἑτοιμάσαι ἐκεῖνα καὶ εὐτρεπίσαι. Εἰ δὲ οἱ παχύτεροι, καὶ σὰρξ ὄντες, καὶ τῇ γῇ προσηλωμένοι, τούτοις οὐ προσέχουσιν, οὐ παρὰ τὸν ὑποσχόμενον, ἀλλὰ παρὰ τὴν ἐκείνων ἀγνωμοσύνην ἡ ταραχὴ καὶ ὁ θόρυβος γίνεται. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἔδωκας εὐφροσύνην, ἀλλ', Εἰς τὴν καρδίαν μου, 55.55 δεικνὺς ὅτι οὐκ ἐν τοῖς ἔξωθεν ἡ