1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

αὐτὰ σπουδαῖα, κἂν χαριεντίζωνταί τι. Ναὶ, ἀδελφὲ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. Τουτέστι, τῷ Κυρίῳ δίδως τὴν χάριν, οὐκ ἐμοί. Τὰ σπλάγχνα, τὰ περὶ σέ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ποῖον λίθον ταῦτα οὐκ ἂν ἐμάλαξε; ποῖον θηρίον ταῦτα οὐκ ἂν κατεπράϋνε, καὶ παρεσκεύασε γνησίως προσδέξασθαι;

Μετὰ τὸ ἐν κατορθώμασι τηλικούτοις αὐτῷ μαρτυρῆσαι, οὐ παραιτεῖται καὶ πάλιν ἀπολογεῖσθαι. Οὐχ ἁπλῶς φησιν, οὐδὲ ἐπιτάττων, οὐδὲ αὐθαδιαζόμενος, ἀλλὰ, Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ὅπερ καὶ ἀρχόμενος εἶπε· Παῤῥησίαν ἔχων, τοῦτο καὶ ἐνταῦθα λέγει εἰς τὸ ἐπισφραγίσαι τὴν ἐπιστολήν. Εἰδὼς, ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα καὶ διήγειρεν εἰπὼν τοῦτο· ᾐσχύνθη γὰρ ἂν, εἰ καὶ μηδὲν ἕτερον, τοιαύτην δόξαν ἔχων παρ' αὐτῷ, ὅτι καὶ ὑπὲρ ὃ λέγει ποιεῖ, μὴ ποιῆσαι τοσοῦτον. Ἅμα δὲ καὶ ἑτοίμασόν μοι ξενίαν· ἐλπίζω γὰρ, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Καὶ τοῦτο σφόδρα θαῤῥοῦντος ἦν, μᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ Ὀνησίμου, ἵνα μὴ ῥᾳθυμήσαντες, ἀλλ' εἰδότες, ὅτι πάντως ἐπανελθὼν ἀκούσεται τὰ κατ' αὐτὸν, πᾶσαν μνησικακίαν ἐξέλωσι, καὶ χάριν μᾶλλον δῶσι. Πολλὴ γὰρ ἦν ἡ χάρις καὶ ἡ τιμὴ Παύλου ἐνδημοῦντος, Παύλου μετὰ ἡλικίαν, Παύλου μετὰ δεσμούς. Πάλιν τῆς ἀγάπης αὐτῶν τεκμήριον τὸ εὔχεσθαι αὐτοὺς εἰπεῖν, καὶ τοσοῦτον αὐτοῖς δοῦναι, ὡς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Εἰ γὰρ καὶ ἐν κινδύνοις εἰμὶ νῦν, ἀλλ' ὅμως ὄψεσθέ με, ἐὰν εὔχησθε· Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος παρὰ Κολοσσαέων ἦν ἀποσταλείς· ὥστε καὶ ἀπὸ τούτου δῆλον, ὅτι [καὶ] ἐν Κολοσσαῖς ἦν ὁ Φιλήμων. Συναιχμάλωτον δὲ αὐτὸν καλεῖ, δεικνὺς καὶ αὐτὸν ἐν πολλῇ θλίψει. Ὥστε εἰ καὶ μὴ δι' αὐτὸν ἐκεῖνον, διὰ τοῦτον εἰκὸς ἀκουσθῆναι.

Ὁ γὰρ ἐν θλίψει ὢν, καὶ τὰ αὐτοῦ ἀφεὶς, καὶ τὰ τῶν ἄλλων μεριμνῶν, ὀφείλει 62.716 ἀκούεσθαι. Καὶ ἄλλως δὲ ἐντρέπει αὐτὸν, εἴ γε ὁ πολίτης ὁ ἐκείνου καὶ συναιχμάλωτος γέγονεν αὐτῷ καὶ συγκακουχεῖται, οὗτος δὲ οὐδὲ χάριν δίδωσιν ὑπὲρ ἰδίου οἰκέτου. Καὶ προσέθηκε· Συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, ἀντὶ τοῦ, διὰ Χριστόν. Μάρκος, Ἀρίσταρχος, ∆ημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. Τί δὴ τὸν Λουκᾶν τελευταῖον τίθησι; καίτοι γέ φησιν ἀλλαχοῦ· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Καὶ ∆ημᾶς, φησὶν, εἷς τῶν ἐγκαταλιπόντων αὐτὸν ἦν, καὶ ἀγαπησάντων τὸν νῦν αἰῶνα. Ταῦτα δὲ εἰ καὶ ἑτέρωθι εἴρηται, ἀλλ' ὅμως οὐκ ἀνεξέταστα δεῖ ἀφεῖναι, οὐδὲ ἁπλῶς ἀκούειν οὐδὲ ὡς ἔτυχε. Πῶς δὲ λέγει ἀσπάσασθαι αὐτοὺς τὸν ἐγκαταλιπόντα αὐτόν; Ἔραστος γὰρ, φησὶν, ἔμεινεν ἐν Κορίνθῳ. Τὸν μὲν οὖν Ἐπαφρᾶν, καὶ ὡς γνώριμον αὐτοῖς καὶ ἐκεῖθεν ὄντα προστίθησι, καὶ Μάρκον ὡς καὶ αὐτὸν θαυμαστόν· τί δαὶ τούτοις συναριθμεῖ τὸν ∆ημᾶν; Ἴσως μετὰ ταῦτα γέγονε ῥᾳθυμότερος, ὅτε τοὺς κινδύνους εἶδε τοὺς πολλούς. Ὁ μέντοι Λουκᾶς ἔσχατος ὢν, ἐγένετο πρῶτος. Καὶ ἀπὸ τούτων δὲ αὐτὸν προσαγορεύει προτρέπων αὐτὸν πλέον εἰς τὴν ὑπακοὴν, καὶ συνεργοὺς καλεῖ, καὶ ταύτῃ δυσωπῶν αὐτὸν πρὸς τὴν αἴτησιν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν. βʹ. Εὐχῇ τὴν ἐπιστολὴν κατέκλεισεν. Ἡ δὲ εὐχὴ, μέγα μὲν ἀγαθὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡμετέρων φυλακτήριον· μέγα δὲ, ὅταν ἄξια αὐτῆς πράττωμεν, καὶ μὴ ἀναξίους ἑαυτοὺς κατασκευάζωμεν. Καὶ σὺ τοίνυν ὅταν προσέλθῃς τῷ ἱερεῖ, κἀκεῖνος εἴπῃ· Ἐλεήσει σε ὁ Θεὸς, τέκνον, μὴ τῷ ῥήματι θάῤῥει μόνον, ἀλλὰ καὶ τὰ ἔργα προστίθει· ποίει τὰ ἐλέου ἄξια.

Εὐλογήσει σε ὁ Θεὸς, τέκνον, εἰ μὲν ποιεῖς τὰ τῆς εὐλογίας εὐλογήσει, εἰ ἐλεεῖς τὸν πλησίον· ὧν γὰρ βουλόμεθα τυχεῖν παρὰ τοῦ Θεοῦ, τούτων πρότερον μεταδιδόναι τοῖς πλησίον ὀφείλομεν· ἂν δὲ τοὺς πλησίον αὐτῶν ἀποστερῶμεν, πῶς τυχεῖν αὐτῶν βουλόμεθα; Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Εἰ γὰρ ἄνθρωποι τοὺς τοιούτους ἐλεοῦσι, πολλῷ μᾶλλον ὁ Θεός· τοὺς δὲ μὴ ἐλεοῦντας,