1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

καὶ ἐπὶ τὸν λαὸν ἀεί σου τὸν ἅγιον, φυλάσσων, συντηρῶν, προσπολεμῶν, προστρατευόμενος, προσαγωνιζόμενος, ὑποτάσσων ὅλους τοὺς πολεμίους, νικῶν καὶ τοὺς ἀοράτῳ δυνάμει τοὺς ἐναντίους· ὡς καὶ τοὺς ἡμετέρους ἐνικήσας ἐχθρούς, ἀνάστησον καὶ νῦν αὐτὸς τὰ ὑπὲρ ἡμῶν τρόπαια καὶ χάρισαι καὶ ἡμῖν ᾄσαι μετὰ Μωϋσέως τὴν ᾠδὴν τὴν ἐπινίκιον, ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.