θανάτου καταφρονοῦντες εἰς ἁρπαγὴν τῶν λαφύρων διὰ τὴν τοῦ κέρδους ἐλπίδα· καὶ περιγένωνται τούτων τῇ τοῦ Χριστοῦ χάριτι ῥαδίως. Εἰ δὲ καὶ μὴ τελέως τούτους κατατροπώσεται διά τινα τυχὸν σφάλματα καὶ ἀποτυχίας, ἀλλ' οὖν πολλοὺς τούτων καὶ χειρώσεται καὶ ἀναιρήσει, καὶ λάφυρα πλεῖστα ὁ λαὸς αὐτοῦ λήψεται. 10.18 Οὕτως δὲ τοῦ στρατηγοῦ τὰ περὶ τῶν πολέμων τοῦ φοσσάτου διενεργοῦντος, χρὴ καὶ ἄρχοντα τῶν χρησίμων καὶ ἐμπείρων μετὰ τεσσαράκοντα ἱππέων μήκοθεν ἀποστεῖλαι φυλάττειν τὴν ὁδόν, ἣν ὑποστρέφειν μέλλει τὸ τῶν πολεμίων κοῦρσον. Καὶ ἡνίκα τούτους θεάσεται πρὸς τὸ φοσσᾶτον αὐτῶν ἐρχομένους καὶ ἔμπροσθεν αὐτῶνὡς ἔθος ἐστὶ τοῖς Ταρσίταιςτὸ λεγόμενον παρ' αὐτοῖς βέρεδον, ἐρχόμενον σύνεγγυς αὐτῶν καταμηνῦσαι τῷ φοσσάτῳ τὴν τοῦ κούρσου αὐτῶν παρουσίαν, εὐθέως ὁ εἰς τὴν βίγλαν ἀποσταλεὶς ἄρχων μηνυέτω τῷ στρατηγῷ. Καὶ εἰ μὲν ἴδῃ τὸ βέρεδον μήκοθεν πολὺ τῆς παρατάξεως τοῦ κούρσου ἐρχόμενον, ἀποστείλῃ ἄρχοντα τῶν χρησίμων μετ' ἐκλεκτῶν ἱππέων ἐπιθέσθαι κατ' αὐτῶν, εἰ δυνατὸν ἀδοκήτως, καὶ κατακυριεύσει τούτων ῥαδίως· εἰ δὲ πλησίον καὶ σύνεγγυς τῆς παρατάξεως τοῦ κούρσου ἔμπροσθεν αὐτῶν περιπατεῖ, μὴ ἀποστειλάτω κατ' αὐτῶν, ἀλλὰ μᾶλλον ἀρκεσθήτω πρὸς ἃ ὁ Θεὸς αὐτῷ συνήργησεν εἰς τὸν κατὰ τοῦ φοσσάτου πόλεμον· καὶ ὑποστρεφέσθω μετὰ παντὸς τοῦ λαοῦ, ἐπιλαμβανόμενος τῶν ἐπιτηδείων καὶ ὀχυρωτέρων τόπων. 10.19 Ἐπεὶ δὲ τὸ τῶν πολεμίων φοσσᾶτον διὰ τοῦτο διῆλθε πάσας τὰς δυσχωρίας, ἐκδεχόμενον τὴν τοῦ κούρσου παρουσίαν, ἵνα τὰ παρὰ τοῦ κούρσου κατασχεθέντα, εἴτε ἀνδράποδα εἶεν εἴτε κτήνη, καλῶς σὺν αὐτοῖς διασώσῃ διαβιβάζον τὰς δυσχωρίας, δέον τὸν στρατηγὸν ἀγωνίσασθαι ἔμπροσθεν αὐτῶν γενέσθαι καὶ τοὺς στενωποὺς κατασχεῖν μετὰ παντὸς τοῦ λαοῦ πεζῶν καὶ ἱππέων· καὶ τὸν κατ' αὐτῶν πόλεμον ἐπιμελέστερον ἀπαρτίσει, καθὼς ἀνωτέρω δεδήλωται. 10.20 Καὶ μηδέποτε ὑποστρεφόντων αὐτῶν ἀπολέμητοι καταλειφθῶσιν· εἰ γὰρ καλῶς τὰ τοῦ πολέμου ἐν ταῖς δυσχωρίαις διάθοιτο, μεγάλως αὐτοὺς κατατροπώσεται. Εἰ δὲ διὰ τὸ μὴ ἔχειν πλείστην καὶ ἀξιόλογον πεζικὴν δύναμιν ἀδυνατεῖ πρὸς τὸ μεγάλως αὐτοὺς κατατροπώσασθαι, ἀλλ' οὖν τέως οὕσπερ ᾐχμαλώτευσαν, εἰ καὶ μὴ πάντας, ἀναρρύσονται καὶ τὰ αὐτῶν ἅπαντα, καὶ οὐκ ὀλίγους τῶν πολεμίων καὶ τραυματίσουσι καὶ δορυαλώτους ποιήσονται. 11.τ Περὶ τοῦ ἔνθεν κἀκεῖθεν ἵστασθαι τοὺς πεζοὺς ἐν ταῖς δυσχωρίαισ 11.1 Χρὴ τῷ στρατηγῷ καὶ ἄλλως ἀγωνίσασθαι τοὺς πολεμίους τροπώσασθαι, εἰ καὶ ὀλίγος ἐστὶν ὁ περὶ αὐτὸν λαός. Τόπον διασκοπησάτω ἐπιτήδειον καὶ ὀχυρώτατονεἰ τύχῃ καὶ πλησίον κάστρον, ὡς ἐπιδέχεσθαι τὴν τοῦ ὀχυροῦ τόπου θέσιν μετὰ πεζῶν κρατεῖσθαι, καὶ ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ εἰς λόχους τὸ πεζικὸν ἀποκρύπτειν στράτευμα. Τοῦ δὲ πεζικοῦ ὄπισθεν ὁ στρατηγὸς σύνεγγυς μετὰ τοῦ ἱππικοῦ στρατεύματος στήτω, πάνυ τῶν πεζῶν ἔγγιστα. Ἔχειν τε καὶ τὸ ἱππικὸν ἔγκρυμμα καὶ πεζοὺς πλησίον αὐτοῦ, καὶ σχεδὸν συνηνωμένως κατὰ τὸ ὄπισθεν μέρος ἱστάσθω. 11.2 Ἀποσταλήτωσαν δὲ καὶ εἰς τὴν ἐνέδραν παρὰ τοῦ στρατηγοῦ ἄνδρες ἐπίλεκτοι καὶ ἵππους τραχεῖς ἔχοντες ἄχρι τῶν ἑκατόν, ἀρχηγὸν ἔχοντες ἀνδρεῖον καὶ ἐμπειρότατον καὶ γινώσκοντα χωρίον ἐπιτήδειον, ἐν ᾧ κρύψει τὸν ἴδιον λαόν. Νυκτὸς δὲ τὸν τοιοῦτον τόπον καταλαμβανέτω καὶ καλῶς αὐτοὺς ἀποκρυψάτω. 11.3 Ἡνίκα δὲ διαυγάσει, εἰς περιωπὴν ἀνελθών, βλεπέτω τῶν πολεμίων περιπατούντων τὴν τούτων διάβασιν. Ὁρῶν δὲ τοὺς εἰς λείαν ἐκτρέχοντας καὶ τὰ χωρία διερευνῶντας πρὸς τὸ ἐπισυναγαγεῖν λάφυρά τε καὶ χρήματα καὶ εἴ τι ἕτερον ἐφευρεῖν δυνηθῶσι, καρτερησάτω ἕως ἂν θεάσηται αὐτοὺς τῶν ἵππων ἀποβαίνοντας καὶ τοὺς ἵππους τῶν χωρίων ἀνερευνωμένους. Τότε τῶν μετ' αὐτοῦ ἱππέων εἴτε ἑβδομήκοντα ἢ ἑξήκοντα, πλείους δηλονότι τοὺς οἰκείους τῶν πολεμίων ὄντας πλείονες γὰρ τῶν πολεμίων τῷ ἀριθμῷ εἶναι ὀφείλουσιν οἱ τοῦ στρατηγοῦ, διορισάσθω τούτους ἀνδρείῳ ὁρμήματι σὺν ὀξυτάτῃ τῶν ἵππων ὁρμῇ ἐπιθέσθαι τοῖς ἀντιπάλοις, καὶ Θεοῦ