XI. For my part I revere also the Titles of the Word, which are so many, and so high and great, which even the demons respect. And I revere also the Equal Rank of the Holy Ghost; and I fear the threat pronounced against those who blaspheme Him. And blasphemy is not the reckoning Him God, but the severing Him from the Godhead. And here you must remark that That which is blasphemed is Lord, and That which is avenged is the Holy Ghost, evidently as Lord. I cannot bear to be unenlightened after my Enlightenment, by marking with a different stamp any of the Three into Whom I was baptized; and thus to be indeed buried in the water, and initiated not into Regeneration, but into death.
ΙΑʹ. Ὡς ἔγωγε αἰδοῦμαι μὲν τὰς τοῦ Λόγου προσηγορίας, τοσαύτας τε οὔσας, καὶ οὕτως ὑψηλὰς καὶ μεγάλας, ἃς καὶ δαίμονες ἐνετράπησαν: αἰδοῦμαι δὲ τὴν ὁμοτιμίαν τοῦ Πνεύματος: φοβοῦμαι δὲ τὴν ὡρισμένην ἀπειλὴν τοῖς εἰς αὐτὸ βλασφημοῦσι. Βλασφημία δὲ, οὐχ ἡ θεολογία, τὸ δὲ ἀλλοτριοῦν τῆς θεότητος. Καὶ τηρητέον ἐνταῦθα, ὅτι τὸ μὲν βλασφημούμενον, ὁ Κύριος ἦν: τὸ δὲ ἐκδικούμενον, τὸ Πνεῦμα τὸ ἅγιον, δῆλον ὡς Κύριος. Οὐ φέρω ἀφώτιστος εἶναι μετὰ τὸ φώτισμα, παραχαράσσων τι τῶν τριῶν, εἰς ἃ βεβάπτισμαι, καὶ ὄντως ἐνταφῆναι τῷ ὕδατι, οὐκ εἰς ἀναγέννησιν, ἀλλ' εἰς νέκρωσιν τελειούμενος.