ἀκούσας Ἰωσὴφ τὸν ἐκ Ῥαχὴλ τεχθέντα ἐπιτροπεύειν Φαραὼ τὴν τῆς Αἰγύπτου χώραν, τὸ δὲ καὶ μηχανώμενος λύσιν εὑρεῖν τοῦ πάθους, ἔγνω λιπεῖν τὴν ἑαυτοῦ κἀκεῖ μεταναστεῦσαι. ἀθροίσας οὖν τοὺς ἑαυτοῦ δούλους υἱοὺς ἐγγόνους, τὰς ὅλας ἑβδομήκοντα ψυχὰς σὺν ἄλλαις πέντε, εὐθυδρομεῖ πρὸς Αἴγυπτον, βλέπεται φιλοφρόνως τῷ Φαραὼ τοῖς ὑπ' αὐτόν, καὶ πρὸ τῶν ἄλλων πάντων ὁ μέγας τοῦτον Ἰωσὴφ βλέπει γλυκείαις κόραις. ἐν γῇ Γοσὲμ οἰκίζεται, χώρᾳ τῆς Ἀρραβίας. ἐνευπαθεῖ τοῖς ἀγαθοῖς, ψωμίζεται προσκόρως, καὶ τὸν ὀδόντα τοῦ λιμοῦ τὸν φθαρτικὸν ἐκφεύγει. τὰ μετὰ ταῦτα τίνα δέ; θνήσκει μὲν ὁ τριγέρων, ὁ δωδεκάπαις Ἰακώβ, ἔσχατον γῆρας φθάσας, καὶ μετ' ἐκεῖνον Ἰωσήφ, καὶ Φαραὼ σὺν τούτοις, ἄλλος δ' ἀνίσταται πικρὸς ἄρχων τοῖς Αἰγυπτίοις. καὶ τούτῳ κλῆσις Φαραώ· τοῖς γὰρ τῶν Αἰγυπτίων ἄρχουσιν ἦν εἰς εὔκλειαν τὸ Φαραὼ καλεῖσθαι, οἰκειουμένοις ἑαυτοῖς τοῦ Φαραὼ τὸ κλέος τοῦ πρώτου χρηματίσαντος κράτορος Αἰγυπτίων, ὡς οἱ Ῥωμαίων βασιλεῖς ἐν τοῖς ὑστέροις χρόνοις Καίσαρας πάντας ἤθελον αὐτοὺς ἐπονομάζειν, εἰς τὸ τοῦ πρώτου Καίσαρος τοῦ μεμοναρχηκότος γένος εἰσάγοντες αὑτοὺς καὶ τὴν ἐκείνου τύχην. οὗτος οὐκοῦν ὁ Φαραὼ τὸ γένος τῶν Ἑβραίων ὑπεραυξόμενον ὁρῶν εἰς πληθυσμὸν ἐλαύνειν ὡς ἄνθη δένδρων εὐθαλῶν, ὡσεὶ θαλάσσης ἄμμον, καὶ δυσμεναίνων κατ' αὐτῶν ἤρτυε τούτοις δόλους. καὶ πρῶτα μὲν ἐπέσκηπτε ταῖς μαίαις ὥστε κτείνειν τὰ πρώτως νῦν προκύπτοντα τῶν μητρικῶν θαλάμων· ὡς δ' οὐκ ἐχώρει κατὰ νοῦν ἡ μηχανορραφία, ἄλλην βουλὴν βουλεύεται, καὶ πλινθουργεῖν Ἑβραίους καὶ πόλεις κτίζειν ὀχυρὰς αὐτοὺς καταναγκάζει. ἔργον οὖν ἦν τὸ κελευσθέν· ἐμόχθουν, ἐτληπάθουν, ἐπλίνθευον, εἰργάζοντο, τὰς πόλεις ᾠκοδόμουν. ἦσαν αὐτοῖς καὶ χαλεποὶ τῶν ἔργων ἐπιστάται· ἐβάρυνον, ἐπέτεινον, ηὔξανον τὰς κακώσεις, ἁπλῶς εἰπεῖν, ὥσπερ ἐχθροῖς ἐχρῶντο τοῖς δειλαίοις. οἱ τοίνυν τληπαθέστατοι καὶ τάλανες Ἑβραῖοι οἰκτραῖς ἐβόησαν φωναῖς πρὸς τὸν θεὸν τὸν ζῶντα, καὶ λυτρωτὴν τῶν ἀναγκῶν ᾔτουν αὐτὸν γενέσθαι. κάμπτεται τοίνυν ὁ θεὸς τοῖς στεναγμοῖς ἐκείνων, βλέπει τὸν μόχθον τὸν βαρύν, οἰκτείρει, δυσωπεῖται, καὶ πέμπει τούτοις Μωϋσῆν τὸν μέγαν, τὸν θεόπτην, τῶν ἀναγκῶν ῥυσόμενον, κουφίσοντα τοὺς πόνους, καὶ τῆς πικρᾶς ἐξάξοντα καὶ στυγητῆς Αἰγύπτου. κάτεισι τοίνυν Μωϋσῆς, τῷ Φαραὼ μηνύει τὸ κελευσθὲν ὑπὸ θεοῦ, καὶ τοὺς Ἰσραηλίτας πέμπειν ἐκεῖθεν παραινεῖ καὶ μὴ κατέχειν ἔτι. οὐ δυσωπεῖται Φαραὼ τοῖς λόγοις τοῦ προφήτου, οὐ δειλιᾷ τὰς τοῦ θεοῦ παντοδυνάμους χεῖρας, πολλάκις δ' ὑποσχόμενος ψεύδεται τοσαυτάκις, καὶ γίνεται πολύχροος ποικίλος χαμαιλέων. ἐντεῦθεν ἐκβιάζεται προφήτης ὁ θεόπτης, οὕτω θεοῦ κελεύσαντος, ἐπαγαγεῖν κολάσεις. ὁ δ' ἐχιδνώδης Φαραώ, τὸ τῆς κακίας θρέμμα, τῶν μὲν μαστίγων αὐστηρῶς αὐτῷ προσαγομένων ἐταπεινοῦτο, καὶ Μωσῆν ἱκέτευεν ἐκθύμως νεῦσαι πρὸς λύσιν τοῦ δεινοῦ καὶ τοῦ τῶν πόνων βάρους, ἐποτνιᾶτο, καὶ θεὸν κλαυθμοῖς ἐξιλεοῦτο, καὶ λύσιν ἐπηγγέλλετο βραβεῦσαι τοῖς Ἑβραίοις· τῶν δὲ πληγῶν ἀνεθεισῶν ἐσκληροτραχηλία, ἄκαμπτος ἦν ἀνένδοτος, οὐκέτ' αὐτὸς ἐκεῖνος. τέλος βαρείᾳ μάστιγι, πασῶν χαλεπωτέρᾳ, τῶν πρωτοτόκων τῷ πικρῷ θανάτῳ δυσπαθήσας ἐλευθερίαν δίδωσι τῷ γένει τῶν Ἑβραίων. καὶ πάλιν μεταμέλεται, καὶ στρατιὰν ὁπλίσας, ἁρματηλάτας, ἱππαστάς, ὁπλίτας, σακεσφόρους, αὐτός τ' ἐποχησάμενος ἅρματι χρυσηλάτῳ, ὀπίσω κατεδίωκεν ἐκείνων ὡς φυγάδων, ὡς πάλιν πρὸς τὴν Αἴγυπτον Ἑβραίους ἀποστρέψῃ. ἐντεῦθεν πλῆξις ἐρυθρᾶς καὶ σχίσις καινοτέρα, καὶ τοῦ λαοῦ διαβάσις ὡς ἐπὶ μέσης χέρσου, καὶ βυθισμὸς ταγματαρχῶν τῶν σοβαροπροσώπων καὶ Φαραὼ τοῦ θερμουργοῦ καὶ τολμηροκαρδίου, καὶ τάφος ὑδατόστρωτος ὁπλιτικῆς ἰσχύος. ἔδυσαν πάντες εἰς βυθόν, τριστάται, διφρηλάται· ἰχθύσιν ἐχρημάτισαν τροφὴ θαλασσοβίοις· οὐδὲ γὰρ κἂν τῆς συμφορᾶς ἄγγελος κατελείφθη. ἐντεῦθεν ἐπινίκιοι θεῷ χοροστασίαι· ἐμεγαλύνετο θεός, καὶ Μωϋσῆς
13