1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

ἀλλὰ τὴν ∆αβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ, 35.712 ἣν ἡγοῦμαι τῆς εὐκινήτου καὶ πολυστρόφου κατὰ Θεὸν πορείας εἶναι μυστήριον. Πρῶτον μὲν δὴ τοῦτο καὶ μέγιστον τῆς ἐμῆς παραινέσεως.

Λ ςʹ. ∆εύτερον δὲ χαλεπὸν μὲν οἶδα λόγον ἐρῶν καὶ δυσπαράδεκτον τοῖς πολλοῖς· φιλεῖ γὰρ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν κακῶς γενόμενος ἄνθρωπος, ἄλλως τε κἂν δικαίαν ἔχων τὴν ὀργὴν ἐξ ὧν πέπονθεν, ἥκιστα λόγου πείθεσθαι χαλινοῖς τὸν θυ μὸν ἀνακόπτοντος· ἀκουσθῆναι δὲ ὅμως καὶ προσ δεχθῆναι ἄξιον. Μὴ ἀπλήστως χρησώμεθα τῷ καιρῷ, μὴ κατατρυφήσωμεν τῆς ἐξουσίας, μὴ πικροὶ γενώ μεθα τοῖς ἠδικηκόσι, μὴ ὧν κατέγνωμεν, ταῦτα πράξωμεν· ἀλλ' ὅσον φυγεῖν τὰ δεινὰ τῆς μεταβολῆς ἀπολαύσαντες, ὅσον εἰς ἀντίδοσιν ἥκει, μισή σωμεν. Αὐτάρκης δίκη τοῖς γε μετρίοις τὸ τῶν λε λυπηκότων δέος, καὶ τὸ προσδοκῆσαι ταῦτα παθεῖν, ὧν εἰσιν ἄξιοι, καὶ οἰκείῳ συνειδότι βασανισθῆναι· ἃ γάρ τις ὡς πεισόμενος δέδοικε, ταῦτα πέπονθε, κἂν μὴ πάθῃ, καὶ πλείω παρ' ἑαυτοῦ τυχὸν ἢ τῶν δρασόντων κολάζεται. Μὴ τοίνυν θελήσωμεν τὴν ὀρ γὴν μετρηθῆναι, μηδὲ φανῶμεν ἐλάττους κολασταὶ τῆς ἀξίας· ἀλλ' ἐπειδὴ τὸ πᾶν εἰσπράξασθαι μὴ δυ νάμεθα, τὸ πᾶν συγχωρήσωμεν· γενώμεθα τούτῳ κρείττους τῶν ἠδικηκότων καὶ ὑψηλότεροι· δείξωμεν τί μὲν διδάσκουσιν ἐκείνους οἱ δαίμονες, τί δαὶ ἡμᾶς ἐκπαιδεύει Χριστὸς, ὃς, οἷς πέπονθε τὸ εὐδόκι μον ἔχον, οὐχ ἧττον νενίκηκεν οἷς δυνάμενος οὐ πεποίηκεν. Ἓν ἀντιδῶμεν τῷ Θεῷ χαριστήριον· αὐξήσωμεν χρηστότητι τὸ μυστήριον· εἰς τοῦτο τῷ καιρῷ χρησώμεθα.

ΛΖʹ. Νικήσωμεν ἐπιεικείᾳ τοὺς τυραννήσαντας, καὶ μάλιστα μὲν φιλανθρωπία ἔστω τὸ συγχωροῦν, καὶ ἡ τῆς ἐντολῆς δύναμις, τὴν ἴσην ἀντιδιδοῦσα φιλαν θρωπίαν ἡμῖν, ἐν οἷς αὐτοὶ χρῄζομεν· ᾧ γὰρ μέτρῳ μετροῦμεν, ἀντιμετρεῖσθαι γινώσκομεν· εἰ δὲ καὶ λίαν τις πικρῶς ἔχει, ἀφῶμεν Θεῷ τοὺς λελυπηκό τας, καὶ τῷ ἐκεῖθεν δικαστηρίῳ· μηδὲν τῆς μελλού σης ὀργῆς διὰ τῆς ἡμετέρας χειρὸς ἐλαττώσωμεν. Μὴ δήμευσιν ἐννοήσωμεν, μὴ βήμασι παραστήσω μεν, μὴ πατρίδος ὑπερορίσωμεν, μὴ μάστιξιν αἰκι σώμεθα, μηδέ τι τῶν ὅσα πεπόνθαμεν, ἵν' εἴπω συν τόμως, δράσωμεν. Ποιήσωμεν κἀκείνους ἐπιεικεστέ 35.713 ρους, ἂν ἄρα δυνατὸν, τῷ καθ' ἡμᾶς ὑποδείγματι. Εἴ τῳ πέπονθεν υἱὸς, εἴ τῳ πατὴρ, εἴ τῳ γυνὴ, συγγενὴς, φίλος, ἢ ἄλλος τις τῶν τιμίων, πᾶσι τὸ παθεῖν ἔμμισθον καταστήσωμεν, διὰ τοῦ πεῖσαι φέρειν καρτερῶς ἃ πεπόνθασι· τοῦτο μεῖζον αὐτοῖς ἢ ἄλλο τι χαριούμεθα. Εἴπω καὶ τὸ μέγιστον ὧν εὖ πάσχομεν; δήμοις καταβοῶνται καὶ πόλεσιν οἱ διώξαντες, ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν συλλόγοις· τὰ παλαιὰ μακαρίζεται, τὰ νέα στηλιτεύεται, καὶ παρ' αὐτῶν τῶν συνδιωξάντων, ὃ καὶ παράδοξον, αὐτοὶ καθέλκονται παρ' αὐτῶν μετὰ πάσης καταβοήσεως οἱ θεοὶ, ὡς πολὺν αὐτοὺς ἀπατήσαντες χρόνον, καὶ ὀψέ ποτε τῆς ἀπάτης ἐληλεγμένης· καὶ ὁ χθὲς προσκυνητὴς σήμερον ὑβριστής. Τούτων τί μεῖζον ἐπιζητοῦμεν; Νῦν ταῦτα καὶ ἴσως μικρὰ τοῖς ἀθλίοις. Ἔσται καιρὸς, ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβριστὰς, καὶ τὸν μέγαν τούτων καθηγη τὴν, τὴν ἑαυτῶν ἀποκλαιομένους κακίαν, ἡνίκα ἂν πᾶσα κρίνηται καὶ βασανίζηται πονηρία.

ΛΗʹ. Ἐῶ τὰ θεῖα καὶ τὰ ἡμέτερα, καὶ τὰς καθ' ἡμᾶς ἐκεῖθεν ἀποκειμένας μάστιγας· ἀλλὰ καὶ ἐπὶ τοὺς σοὺς ἐλθὲ λόγους καὶ φόβους οὐ ποιη ταῖς μόνον, ἀλλὰ καὶ ἀνδράσι φιλοσόφοις ἀρέ σκοντας, τοὺς Πυριφλεγέθοντάς σου, καὶ τοὺς Κωκυτοὺς, καὶ τοὺς Ἀχέροντας, οἷς ἀδικίαν κολάζουσι, Τάνταλος, Τιτυὸς, Ἰξίων. Ἰουλιανὸς ταύτης ὁ βασιλεὺς ὑμῶν τῆς φρατρίας, μετ' ἐκείνων ἀριθμη θήσεται, καὶ πρὸ ἐκείνων, κατά γε τὸν ἐμὸν λόγον καὶ ὅρον· οὐ δίψῃ κολαζόμενος ἐν λίμναις ἐπι γενείοις, ἢ κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέ τρον, ὡς τῇ τραγῳδίᾳ δοκεῖ, ἀεὶ μὲν ἀνωθούμε νον, ἀεὶ δὲ κατασυρόμενον· οὐδὲ ῥοιζουμένῳ τροχῷ συγκυκλούμενος,