1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

πῦρ καὶ πνεῦμα προσαγορευομένην ἢ γινομένην. ποιεῖν γὰρ λέγεται τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· εἰ μὴ ποιεῖν μέν ἐστι τὸ συντηρεῖν τῷ λόγῳ, καθ' ὃν ἐγένοντο. πνεῦμα δὲ ἀκούει καὶ πῦρ· τὸ μὲν ὡς νοητὴ φύσις, τὸ δὲ ὡς καθάρσιος· ἐπεὶ καὶ τῆς πρώτης οὐσίας τὰς αὐτὰς οἶδα κλήσεις. πλὴν ἡμῖν γε ἀσώματος ἔστω, ἢ ὅτι ἐγγύτατα. ὁρᾷς ὅπως ἰλιγγιῶμεν περὶ τὸν λόγον, καὶ οὐκ ἔχομεν οἷ προέλθωμεν, ἢ τοσοῦτον ὅσον εἰδέναι ἀγγέλους τινὰς καὶ ἀρχαγγέλους, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, λαμπρότητας, ἀναβάσεις, νοερὰς δυνάμεις, ἢ νόας, καθαρὰς φύσεις καὶ ἀκιβδήλους, ἀκινήτους πρὸς τὸ χεῖρον ἢ δυσκινήτους, περὶ τὸ πρῶτον αἴτιον ἀεὶ χορευούσας· ἢ πῶς ἄν τις αὐτὰς ἀνυμνήσειεν, ἐκεῖθεν ἐλλαμπομένας τὴν καθαρωτάτην ἔλλαμψιν, ἢ ἄλλως ἄλλην κατὰ τὴν ἀναλογίαν τῆς φύσεως καὶ τῆς τάξεως· τοσοῦτον τῷ καλῷ μορφουμένας καὶ τυπουμένας, ὥστε ἄλλα γίνεσθαι φῶτα καὶ ἄλλους φωτίζειν δύνασθαι ταῖς τοῦ πρώτου φωτὸς ἐπιρροαῖς τε καὶ διαδόσεσι· λειτουργοὺς θείου θελήματος, δυνατὰς ἰσχύι φυσικῇ τε καὶ ἐπικτήτῳ, πάντα ἐπιπορευομένας, πᾶσι πανταχοῦ παρούσας ἑτοίμως, προθυμίᾳ τε λειτουργίας καὶ κουφότητι φύσεως· ἄλλας ἄλλο τι τῆς οἰκουμένης μέρος διειληφυίας, ἢ ἄλλῳ τινὶ τοῦ παντὸς ἐπιτεταγμένας, ὡς οἶδεν ὁ ταῦτα τάξας καὶ διορίσας· πάντα εἰς ἓν ἀγούσας, πρὸς μίαν σύννευσιν τοῦ τὰ πάντα δημιουργήσαντος· ὑμνῳδοὺς θείας μεγαλειότητος, θεωροὺς δόξης αἰδίου καὶ αἰδίως, οὐχ ἵνα δοξασθῇ θεός, -οὐ γὰρ ἔστιν ὃ προστεθήσεται τῷ πλήρει, τῷ καὶ τοῖς ἄλλοις χορηγῷ τῶν καλῶν, -ἀλλ' ἵνα μὴ λείπῃ τὸ εὐεργετεῖσθαι καὶ ταῖς πρώταις μετὰ θεὸν φύσεσι; ταῦτα εἰ μὲν πρὸς ἀξίαν ὕμνηται, τῆς τριάδος ἡ χάρις, καὶ τῆς μιᾶς ἐν τοῖς τρισὶ θεότητος· εἰ δὲ τῆς ἐπιθυμίας ἐνδεέστερον, ἔχει τὸ νικᾷν καὶ οὕτως ὁ λόγος. τοῦτο γὰρ ἠγωνίζετο παραστῆσαι, ὅτι νοῦ κρείττων καὶ ἡ τῶν δευτέρων φύσις, μὴ ὅτι τῆς πρώτης καὶ μόνης, ὀκνῶ γὰρ εἰπεῖν, ὑπὲρ ἅπαντα.