13
εὐφροσύνη, οὔτε ἐν ἀνδραπόδοις, οὔτε ἐν χρυσῷ καὶ ἀργύρῳ, οὐκ ἐν ἱματίοις. οὐκ ἐν τραπέζῃ πληθούσῃ, οὔτε ἐν δυναστείας μεγέθει, οὔτε ἐν οἰκίας μέτρῳ. Αὕτη γὰρ ἡ εὐφροσύνη οὐ καρδίας, ἀλλ' ὀφθαλμῶν μόνων. Πολλοὶ γοῦν τῶν ταῦτα κεκτημένων ἀβίωτον τὸν βίον εἶναι νομίζουσι, καὶ κάμινον ἀθυμίας ἐν τῇ ψυχῇ περιφέρουσιν, ὑπὸ τοῦ πλήθους τῶν φροντίδων περιαντλούμενοι, καὶ τοῖς συνεχέσι πιεζόμενοι φόβοις. Ἀλλ' ἐμοὶ, φησὶν, οὐκ ἐν τούτοις ἡ εὐφροσύνη, ἀλλ' ἐν τῇ καρδίᾳ τῇ νοερᾷ, ἐν τῇ διανοίᾳ τῇ ἀσωμάτῳ, καὶ τὰ ἀσώματα φανταζομένῃ. Ὥστε εἰ τὰ παρόντα σε εὐφραίνει, καὶ ἀπὸ τούτων τὴν πρόνοιαν μανθάνεις τοῦ Θεοῦ· πολλῷ μᾶλλον ἀπὸ τῶν μελλόντων καταμάνθανε, ὅσῳ καὶ ἀμείνω ἐκεῖνα, καὶ μονιμώτερα, καὶ ἀναφαίρετα. Εἰ γὰρ τὸ ἐν πλούτῳ σε εἶναι καὶ εὐημερίᾳ πείθει εἶναι τοῦ Θεοῦ τὴν πρόνοιαν· πολλῷ μᾶλλον τὸ ἐν οὐρανῷ πλουτεῖν εἰς ταύτην σε ἐναγέτω τὴν πειθώ. Εἰ δὲ λέγοις, Καὶ τίνος ἕνεκεν ἐν ἐλπίσι ταῦτα ἀπόκειται καὶ ἔστιν ἀφανῆ; ἐκεῖνο ἂν εἴποιμι, ὅτι μάλιστα μὲν ἡμεῖς οἱ πιστοὶ τῶν φανερῶν τούτων φανερώτερα εἶναι νομίζομεν τὰ ἐν ἐλπίσι· τοιαύτη γὰρ τῆς πίστεως ἡ πληροφορία. Εἰ δὲ λέγοις πάλιν, Τίνος ἕνεκεν ἐνταῦθα οὐκ ἀπολαμβάνομεν τὰς ἀμοιβάς; ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὗτος μὲν ὁ τῶν σκαμμάτων καιρὸς καὶ τῶν ἀγώνων, ἐκεῖνος δὲ τῶν στεφάνων καὶ τῶν βραβείων. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐγένετο, τὸ τοὺς μὲν πόνους καὶ τοὺς ἱδρῶτας τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ συγκληρῶσαι βίῳ, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους τῷ ἀθανάτῳ καὶ ἀγήρῳ παρεκτεῖναι αἰῶνι. Ἄλλως δὲ καὶ ἡνίκα μὲν ἀσθενέστερον οἱ πολλοὶ διέκειντο, καὶ τὰ αἰσθητὰ ταῦτα ἔδωκεν αὐτοῖς ἀγαθά. Τῶν γοῦν Ἰουδαίων τὸν δῆμον διὰ τοιαύτης ἦγε πολιτείας. Καὶ γὰρ πλοῦτος αὐτοῖς ἐπέῤῥει, καὶ πρὸς γῆρας ἐξετείνετο ἡ ζωὴ, καὶ πᾶν νόσημα ἐκποδὼν ἦν· καὶ πολεμίων ἀναίρεσις, καὶ εἰρήνη βαθεῖα, καὶ τρόπαια καὶ νῖκαι, καὶ εὐπαιδία καὶ πολυπαιδία πειθομένοις τῷ Θεῷ, καὶ πάντα τὰ τοιαῦτα προσῆν. Ἐπειδὴ δὲ παρεγένετο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς τὸν οὐρανὸν ἡμᾶς καλῶν, καὶ τῶν ἐνταῦθα πείθων καταφρονεῖν, καὶ τὸν ἐκείνων ἔρωτα ἐναποτιθέμενος, καὶ ἀποσχίζων ἡμᾶς τῶν βιωτικῶν· εἰκότως ταῦτα συνέσταλται, ἐν δὲ ἐκείνοις ἅπας ὁ πλοῦτος, ἅτε τελείων ἡμῶν γενομένων. Ἐπεὶ καὶ ἐπὶ τῶν παιδίων, τοῖς μὲν μικροτέροις ἔτι τοιαῦτα οἱ πατέρες παρέχουσιν, ὑποδήματα καὶ ἱμάτια, καὶ χρυσία, καὶ ψέλλια· ἐπειδὰν δὲ αὐξηθῶσι, ταῦτα ἀφελόντες αὐτῶν, ἕτερα μείζονα διδόασι, τὴν ἐπὶ τοῦ βήματος εὐδοκίμησιν, τὴν ἐν τῇ πόλει λαμπρότητα, τὴν ἐν ταῖς βασιλικαῖς αὐλαῖς παῤῥησίαν, ἀρχὰς καὶ δυναστείας, πάσης αὐτοὺς ἀπάγοντες τῆς παιδικῆς φιλοτιμίας. Οὕτω δὴ καὶ ὁ Θεὸς ἐποίησε· τῶν μικρῶν ἐκείνων καὶ παιδικῶν ἡμᾶς ἀπάγων, τὰ ἀπὸ τῶν οὐρανῶν ἐπηγγείλατο. Οὐκοῦν μὴ πρὸς ταῦτα ἐπτόησο τὰ ῥέοντα καὶ παρατρέχοντα, μηδὲ μικροψύχει. Οὐδὲ τούτων ἄμοιρόν σε ἀφῆκεν. Ἐπειδὴ γὰρ τοὺς σάρκα περικειμένους, καὶ σώματι συστρεφομένους, οὐδὲ τούτων ἐκτὸς εἶναι ἔδει, καὶ ταῦτα πλουσίως ἡμῖν χορηγεῖ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Προφήτης κινήσας τῆς προνοίας ἐκεῖνο τὸ εἶδος 55.56 τὸ ὑψηλὸν καὶ φιλόσοφον, καὶ εἰπὼν, Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἐπάγει καὶ τοῦτο, λέγων· Ἀπὸ καρποῦ σίτου, καὶ οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Τοῦτο δὲ εἰπὼν οὐ μικρὸν μέρος αὐτοῦ τῆς προνοίας ἐντεῦθεν κινεῖ, τῆς καὶ ἐν τοῖς ὁρωμένοις φαινομένης. Ὅταν γὰρ εἴπῃ, σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ τὴν ἐν τούτοις ἀφθονίαν, καὶ ὑετοὺς λέγει, καὶ ὡρῶν εὐκρασίαν, καὶ γῆς λαγόνας, καὶ ὠδῖνας, καὶ τόκον, καὶ ἀέρος χύσιν, καὶ ἡλίου δρόμον, καὶ σελήνης περιόδους, καὶ ἄστρων χορείαν, καὶ θέρος, καὶ χειμῶνα, καὶ μετόπωρον, καὶ ἔαρ, καὶ γεωργικὴν τέχνην, καὶ ὀργάνων ἐπιτηδειότητα, καὶ ἑτέρων τεχνῶν ἐσμόν. Ἂν μὴ γὰρ ταῦτα ἅπαντα συνδράμῃ, οὐχ οἷόν τε τοὺς καρποὺς τελεσφορηθῆναι, οὔτε εἰς