1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

ὑπάρχῃ τὰ βιωτικὰ, κέρδος οὐδέν. Εἶτα ἵνα μὴ λέγωσι, Τίνος οὖν ἕνεκεν οὐδεμίαν τῶν ἐπιχωρίων ἔλαβε γυναικῶν; Ὥρκισέ με, φησὶ, λέγων· Οὐ 51.239 λήψῃ τῷ υἱῷ μου γυναῖκα ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἀλλ' εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου. Ἀλλ' ἵνα μὴ πᾶσαν τὴν ἱστορίαν εἰς μέσον φέροντες παρενοχλεῖν δόξωμεν, ἐπὶ τὸ τέλος ἴωμεν. Ἐπειδὴ γὰρ εἶπε, πῶς ἐπὶ τῆς πηγῆς ἔστη, πῶς ᾔτησε τὴν κόρην, πῶς ἔδωκεν ἐκείνη πλέον τῆς αἰτήσεως, πῶς ὁ Θεὸς μεσίτης ἐγένετο, καὶ πάντα μετὰ ἀκριβείας ἀπαγγείλας, κατέλυσεν ἐν τούτοις τὸν λόγον. Ταῦτα ἅπαντα ἀκούσαντες ἐκεῖνοι, οὐκέτι λοιπὸν ἀμφέβαλον, οὐδὲν ἠμέλησαν, ἀλλ' ὥσπερ τοῦ Θεοῦ τὴν ψυχὴν αὐτῶν εἰς τοῦτο κινήσαντος, εὐθέως αὐτῷ καθωμολόγησαν τὴν θυγατέρα. Καὶ ἀποκριθεὶς Λάβαν καὶ Βαθουὴλ εἶπον· Τὸ πρόσταγμα τοῦτο παρὰ Θεοῦ ἐξῆλθεν· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακόν· ἰδοὺ Ῥεβέκκα, λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ κυρίῳ σου, καθάπερ ἐλάλησε Κύριος. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν, ὅσα καὶ ἡλίκα κωλύματα ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἀνῃρεῖτο; Καὶ γὰρ τὸ ξένον εἶναι, καὶ οἰκέτην, καὶ ἀγνῶτα, καὶ πολὺ τῆς ὁδοῦ τὸ διάστημα, καὶ τὸ μηδὲ τὸν κηδεστὴν, μηδὲ τὸν νυμφίον, μήτε ἄλλον τινὰ τῶν ἐκείνῃ προσηκόντων γνωρίζεσθαι, καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἱκανὸν ἦν κωλῦσαι τὸν γάμον· ἀλλ' ὅμως οὐδὲν ἐκώλυσεν, ἀλλὰ πάντα ταῦτα ἐξηυμαρίζετο καὶ καθάπερ γνωρίμῳ καὶ πλησίον οἰκοῦντι, καὶ ἐκ πρώτης ἡμέρας συναναστραφέντι, οὕτως αὐτῷ θαῤῥοῦντες ἐνεχείριζον τὴν νύμφην· τὸ δὲ αἴτιον, ὁ Θεὸς ἦν ἐν μέσῳ. Ὥσπερ γὰρ ὅταν χωρὶς αὐτοῦ τι ποιῶμεν, κἂν ἅπαντα ᾖ λεῖα καὶ ῥᾴδια, βάραθρα καὶ κρημνοὺς καὶ μυρίας ἐν αὐτοῖς ἀποτυχίας εὑρίσκομεν· οὕτως ὅταν παρῇ καὶ συνεφάπτηται, κἂν ἁπάντων ἀπορώτερα ᾖ τὰ προκείμενα, ἅπαντα λεῖα καὶ ῥᾴδια γίνεται. Μηδὲν οὖν μήτε ποιῶμεν, μήτε λέγωμεν, πρὶν ἢ τὸν Θεὸν καλέσαι καὶ παρακαλέσαι συνεφάψασθαι τῶν ἐν χερσὶν ἡμῖν ἁπάντων, καθάπερ οὖν καὶ οὗτος ἐποίησεν. θʹ. Ἀλλ' ἴδωμεν, ἐπειδὴ αὐτὴν ἔλαβε, ποίῳ τρόπῳ τὸν γάμον ἐπετέλεσεν. Ἆρα κύμβαλα καὶ σύριγγας καὶ χοροὺς καὶ τύμπανα καὶ αὐλοὺς καὶ τὴν ἄλλην ἐπεσύρατο φαντασίαν; Οὐδὲν τούτων, ἀλλὰ μόνην λαβὼν οὕτως ἀπῄει, τὸν ἄγγελον ἔχων μεθ' ἑαυτοῦ παραπέμποντα αὐτὴν καὶ συνοδοιποροῦντα, ὃν ὁ δεσπότης αὐτοῦ τὸν Θεὸν ἱκέτευσεν αὐτῷ συναποστεῖλαι ἐκ τῆς οἰκίας ἐξερχομένῳ. Καὶ ἤγετο λοιπὸν ἡ νύμφη αὐλῶν μὲν καὶ κιθάρας καὶ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς ἀκούσασα, μυρίας δὲ παρὰ τοῦ Θεοῦ ἐπὶ τὴν κεφαλὴν τὰς εὐλογίας ἔχουσα, στέφανον διαδήματος παντὸς λαμπρότερον. Ἤγετο οὐ χρυσᾶ περιβεβλημένη ἱμάτια, ἀλλὰ σωφροσύνην καὶ εὐλάβειαν, καὶ φιλοξενίαν, καὶ τὴν ἄλλην ἅπασαν ἀρετήν. Ἤγετο οὐκ ἐπὶ ὀχήματος καταστέγου, οὐδὲ ἐπὶ ἄλλης τινὸς φαντασίας τοιαύτης, ἀλλ' ἐπὶ τῆς καμήλου καθημένη. Μετὰ γὰρ τῆς ἀρετῆς τῆς ἐν τῇ ψυχῇ, καὶ τὰ σώματα ταῖς παρθένοις τὸ παλαιὸν πολλῆς μετεῖχε τῆς εὐεξίας. Οὐ γὰρ οὕτως αὐτὰς ἔτρεφον αἱ μητέρες, καθάπερ τὰς νῦν, βαλανείοις πυκνοῖς, μύρων ἀλοιφαῖς, ἐπιτρίμμασι σκιαγραφίας, μαλακοῖς ἱματίοις, ἑτέροις μυρίοις διαφθείρουσαι τρόποις, καὶ τοῦ δέοντος μαλακωτέρας ποιοῦσαι, ἀλλ' εἰς ἅπασαν αὐτὰς ἤγαγον ἐκεῖναι σκληραγωγίαν. ∆ιὰ τοῦτο αὐταῖς καὶ τοῦ σώματος ἡ ὥρα σφόδρα ἦν εὐανθὴς καὶ γνησία, ἅτε φυσική τις 51.240 οὖσα, ἀλλ' οὐ χειροποίητος, οὔτε ἐπιτετηδευμένη. ∆ιὰ τοῦτο καὶ ὑγείας ἀπέλαυον καθαρᾶς, καὶ κάλλος αὐταῖς ἀμήχανον ἦν, οὐδεμιᾶς ἀῤῥωστίας ἐνοχλούσης τῷ σώματι, ἀλλὰ πάσης βλακείας ἐκβεβλημένης. Οἱ γὰρ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ τὸ ἐν ἅπασιν αὐτουργεῖν βλακείαν μὲν ἀπήλαυνε πᾶσαν, εὐρωστίαν δὲ καὶ ὑγείαν μετὰ πολλῆς παρεῖχε τῆς ἀσφαλείας. ∆ιὸ δὴ καὶ