συνεργίᾳ εὐοδωθήσεται. 11.4 Εἰ δὲ συμβῇ τούτους ἐπιδιωχθῆναι παρὰ τῶν πολεμίων, δέον προαπαντῆσαι αὐτοῖς μετὰ τῶν ὑπολειφθέντων αὐτῷ τεσσαράκοντα, καὶ τοὺς μὲν κατασχεθέντας δεσμώτας ἢ ἀναιρῆσαι ἢ ἔμπροσθεν ἀποστεῖλαι, ἀπελθεῖν τάχιον καὶ τὸ ὀχύρωμα καταλαβεῖν. Κἀκεῖνος ἐμπείρως μαχόμενος καὶ ἀνθιστάμενος τοῖς πολεμίοις καὶ ποτὲ μὲν ὑποστρέφων κατ' αὐτῶν, ποτὲ δὲ ὑποφεύγων, ἐρεθίσει αὐτοὺς πρὸς δίωξιν. 11.5 Καὶ εἰ ἄχρι τῶν τόπων καταδιώξουσιν ἐν οἷς οἱ πεζοὶ ἀποκρύπτονται, καὶ τούτους τινὲς τῶν πολεμίων διέλθωσι, τότε οἱ πεζοὶ τῶν ἐγκρυμμάτων ἐξερχόμενοι ἀντιστήσονται τοῖς διώκουσι πολεμίοις καὶ ἀπωθήσονται. Οἱ δὲ τοὺς πεζοὺς διελθόντες πολέμιοι ἐμπεσοῦνται τῷ ἐγκρύμματι τῶν ἱππέων καὶ ἄρδην ἅπαντες ἀπολοῦνται· ὑπὸ γὰρ τοῦ τόπου οἱ πεζοὶ βοηθούμενοι οὐκ ἐάσουσι τοὺς διώκοντας διελθεῖν, ἀλλὰ τὴν δίωξιν καταλείψουσι καὶ ἄπρακτοι πάντως ὑποστρέψουσι, τοὺς ἤδη προκατασχεθέντας τῶν οἰκείων ἀπολέσαντες. 12.τ Περὶ ἀθρόας ἐξελεύσεως τῶν πολεμίων πρὸ τοῦ τὰ ῥωμαϊκὰ ἐπισυναχθῆναι στρατεύματα 12.1 Εἰ δέ γε τῶν πολεμίων ἐξέλευσις ἀθρόα καὶ σύντομος γένηται, οἷα πολλάκις παρ' αὐτῶν εἰώθει γίνεσθαι, μήπω τῶν βασιλικῶν στρατευμάτων ἐπισωρευθέντων, ἀλλὰ μόνου τοῦ στρατηγοῦ, μηδὲ αὐτοῦ δυνηθέντος διὰ τὸ σύντομον τῆς αὐτῶν ἐξελεύσεως τὸν ὅλον λαὸν τοῦ ἰδίου θέματος ἐπισυναγαγεῖν, ἀλλ' ὀλίγον ἔχει καὶ εὐαρίθμητον, ὁρᾷ δὲ τοὺς πολεμίους πρὸς λείαν σπεύδοντας καὶ ἐπειγομένους, ἐπιγνῷ δὲ τὴν χώραν ἐν ᾗ τὴν ὁρμὴν ποιοῦνται μήπω ἐκσπηλευθεῖσαν καὶ εἰς τὰ κάστρα ἢ εἰς τὰ ὀχυρώματα φυγαδευθεῖσαν, χρὴ τῆς τοιαύτης χώρας εἴτε τὸν τουρμάρχην εἴτε ἑτέρους ἄρχοντας σπουδῇ πολλῇ ἀποστεῖλαι καὶ ἔμπροσθεν τῶν πολεμίων γενέσθαι καί, ὡς οἷόν τε ὦσι, καὶ τοὺς τῶν χωρίων οἰκήτορας καὶ τὰ τούτων κτήνη καὶ φυγαδεῦσαι καὶ ἐκσπηλεῦσαι. 12.2 Ὁρῶντα δὲ τὸν στρατηγὸν τοὺς πολεμίους ἤδη μέλλοντας πρὸς τὸ τῆς ἡμέρας διάφαυμα τοῖς χωρίοις ἐπιθέσθαι, ὄπισθεν αὐτῶν ἐπακολουθοῦντα καθὼς ἀνωτέρω εἰρήκαμεν, τῇ αὐτῇ νυκτὶ δεῖ ἐμφανισθῆναι τοῖς πολεμίοις, πρὸς πόλεμον δῆθεν παρασκευαζόμενος, ἵν' ὡς ἐκ τούτου δυνηθῇ τὴν ὁρμὴν αὐτῶν ἀναστεῖλαι καὶ ἀβλαβῆ τὴν χώραν διατηρῆσαι. 12.3 Καὶ εἰ μὲν ποταμός ἐστιν ἐν τῇ ὁδῷ δυσπέρατος, καὶ μέλλουσι τοῦτον διαπερᾶν οἱ πολέμιοι, ἢ στένωμα ἢ δυσχωρία ἐν τῇ ὁδῷ, ἡνίκα τὸν ποταμὸν οἱ πλείους διαπεράσουσιν ἢ εἰς τὸ στένωμα χωρηθῶσιν, εἰς τὸν ὄπισθεν λαὸν αὐτῶν ἀποστεῖλαι, καὶ αὐτὸν ἐκεῖνον τὸν στρατηγὸν παραγενέσθαι μετὰ ἐκλεκτῶν ἀρχόντων καὶ καλοϊππαράτων καὶ ἐμφανισθῆναι τοῖς πολεμίοις καὶ πρὸς μάχην δῆθεν κατ' αὐτῶν παρασκευασθῆναι τοῦ συμβαλεῖν πόλεμον, τοὺς παριππαράτους καὶ ἐνταγιστράτους διαχωρίζων ἐξ αὐτοῦ καὶ εἰς ὀχυρώματα εἴτε κάστρον ἀποστέλλων, εἰ τύχῃ πλησίον. 12.4 Εἰ δὲ ποταμὸς οὐκ ἔστιν οὐδὲ δυσχωρία ἐν τῇ ὁδῷ, καὶ ὡσαύτως δεῖ μικρόν τι παραβουλεύσασθαι καὶ πρὸς μάχην ὁρμῆσαι, ἕως οὗ καὶ ἐπιδιωχθῇ παρ' αὐτῶν τῇ νυκτί, ἵνα διαγινώσκοντες σαφῶς οἱ πολέμιοι τὸν στρατηγὸν ἐπακολουθοῦντα συσταλῶσι καὶ μηδαμῶς ἐξελάσαι τολμήσωσι καὶ τὴν ἐπίθεσιν κατὰ τῶν χωρίων ποιήσωνται. Καὶ τούτου γενομένου τῆς μελλούσης γενέσθαι ἐπιδρομῆς ἐν τοῖς χωρίοις καὶ αἰχμαλωσίας ῥύσεται αὐτοὺς καὶ ἐλευθερώσει. 12.5 Μετὰ πολλῆς δὲ ἀκριβείας καὶ διασκέψεως ποιείτω τὴν ἔνδειξιν καὶ κατ' αὐτῶν προβολὴν δι' ὀλίγων καὶ ἐκλεκτῶν, ὡς ἔφημεν, ἱππέων, καὶ εὐθέως ὑποστρεφέσθωσαν φεύγοντες πρὸς τὸν στρατηγὸν καὶ τὸ ὀχύρωμα, καὶ μὴ ἀμέτρως καὶ παρὰ τὸ δέον ἐφορμάτωσαν κατὰ τῶν ἐχθρῶν· λαοῦ γὰρ ἴσως παρὰ τὴν αὐτῶν δύναμιν αὐτοῖς ἐπιφορτισθέντος πολεμίας χειρὸς θᾶττον γενήσονται παρανάλωμα, καὶ μάλιστα εἰ τύχῃ πανσέληνον εἶναι τὴν νύκτα. 12.6 Εἰ δὲ ἀφεγγής ἐστι καὶ ζοφώδης, ἀβλαβῶς τὴν τοιαύτην πρᾶξιν ἐργάσονται καὶ δυοῖν θάτερον πάντως φανεῖεν κατωρθωκότες· ἢ μηδόλως ἐξελάσαι πρὸς λείαν τοὺς πολεμίους παρασκευάσαντες ἤ, εἴπερ καὶ ὅλως ἐκδράμωσιν, ἄχρι τοῦ αὐγάσαι τὴν ἡμέραν