XII. I dare to utter something, O Trinity; and may pardon be granted to my folly, for the risk is to my soul. I too am an Image of God, of the Heavenly Glory, though I be placed on earth. I cannot believe that I am saved by one who is my equal. If the Holy Ghost is not God, let Him first be made God, and then let Him deify me His equal. But now what deceit this is on the part of grace, or rather of the givers of grace, to believe in God and to come away godless; by one set of questions and confessions leading to another set of conclusions. Alas for this fair fame, if after the Laver I am blackened, if I am to see those who are not yet cleansed brighter than myself; if I am cheated by the heresy of my Baptizer; if I seek for the stronger Spirit and find Him not. Give me a second Font before you think evil of the first. Why do you grudge me a complete regeneration? Why do you make me, who am the Temple of the Holy Ghost as of God, the habitation of a creature? Why do you honour part of what belongs to me, and dishonour part, judging falsely of the Godhead, to cut me off from the Gift, or rather to cut me in two by the gift? Either honour the Whole, or dishonour the Whole, O new Theologian, that, if you are wicked, you may at any rate be consistent with yourself, and not judge unequally of an equal nature.
ΙΒʹ. Τολμῶ τι φθέγξασθαι, ὦ Τριάς: καὶ συγγνώμη τῇ ἀπονοίᾳ: περὶ ψυχῆς γὰρ ὁ κίνδυνος. Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ, τῆς ἄνω δόξης, εἰ καὶ κάτω τέθειμαι. Οὐ πείθομαι τῷ ὁμοτίμῳ σώζεσθαι. Εἰ μὴ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, θεωτήτω πρῶτον, καὶ οὕτω θεούτω με τὸν ὁμότιμον. Νῦν δὲ τίς ἡ ἀπάτη τῆς χάριτος, μᾶλλον δὲ, τῶν διδόντων τὴν χάριν, ὡς εἰς Θεὸν πιστεῦσαι, καὶ ἀνελθεῖν ἄθεον; ἄλλο καθομολογῆσαι, καὶ ἄλλο διδάσκεσθαι; οἵαι τῶν λόγων αἱ κλοπαὶ καὶ ἀπάται, δι' ἄλλης ἐρωτήσεως καὶ ὁμολογίας, εἰς ἄλλο φέρουσαι; Οἴμοι τῆς λαμπρότητος, εἰ μετὰ τὸν λουτρὸν μεμελάνωμαι, εἰ λαμπροτέρους ὁρῶ τοὺς οὔπω κεκαθαρμένους, εἰ τῇ τοῦ βαπτιστοῦ κακοδοξίᾳ κυβεύομαι, εἰ ζητῶ Πνεῦμα κρεῖττον, καὶ οὐχ εὑρίσκω! Δός μοι λουτρὸν δεύτερον, καὶ περὶ τοῦ πρώτου κακῶς ἐννόησον. Τί μοι φθονεῖς τῆς τελείας ἀναγεννήσεως; τί με ποιεῖς, ναὸν ὄντα τοῦ Πνεύματος ὡς Θεοῦ, κατοικητήριον κτίσματος; τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν, τὸ δὲ ἀτιμάζεις κακῶς θεότητι διαιτῶν, ἵν' ἐμοὶ τέμῃς τὸ χάρισμα, μᾶλλον δὲ, αὐτὸν ἐμὲ τῷ χαρίσματι; Ἢ τὸ πᾶν τίμησον, ὦ καινὲ θεολόγε, ἢ τὸ πᾶν ἀτίμασον, ἵνα, κἂν ἀσεβῇς, ἀλλὰ σεαυτῷ γε ἀκόλουθος ᾖς, μὴ κρίνων ἀνίσως φύσιν ὁμότιμον.