14
ἀκμὴν ἐλθεῖν. Ὅταν οὖν εἴπῃ σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, δίδωσι τῷ σοφῷ ἀφορμὴν καὶ ἀπὸ μέρους τὸ πᾶν νοεῖν, πέλαγος ἀναπετάσας τῆς ἐν τοῖς αἰσθητοῖς φαινομένης τοῦ Θεοῦ προνοίας ιαʹ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος δημηγορῶν που, καὶ περὶ τῆς προνοίας αὐτοῦ διαλεγόμενος, ἐντεῦθεν ἐκίνει τὸν λόγον, λέγων· ∆ιδοὺς ὑετοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. Ἐπειδὴ δὲ ἀπέριττός ἐστιν ὁ Προφήτης, παρεὶς ἅπαντα τὰ ἄλλα εἰπεῖν, ὀπώρας, ἀκρόδρυα, γένη φυτῶν, γένη σπερμάτων, γένη βοτανῶν, λειμώνων, ἀνθῶν, παραδείσων, καὶ ὅσα ἄλλα ἐστὶ, τὰ συνεκτικὰ τίθησι, τὰ καὶ πρὸς τὴν ζωὴν ἡμῖν ἀναγκαῖα, ἀπὸ τούτων κἀκεῖνα ποιῶν κατάδηλα. Ἅπερ οὐδὲ ἁπλῶς ἡμῖν δίδωσιν, ἀλλὰ μετὰ πλήθους, καὶ καθ' ἕκαστον ἐνιαυτόν. Εἰ δέ ποτε καὶ συστέλλει, καὶ ἐν τούτῳ πάλιν τὴν πρόνοιαν ἑαυτοῦ δείκνυσιν, ἀφυπνίζων τὴν ῥᾳθυμίαν τῶν πολλῶν, καὶ διεγείρων αὐτοὺς πρὸς τὸ ἐπιζητῆσαι παρ' αὐτοῦ ταῦτα τὰ ἀγαθά. Εἰ δέ τινες λέγοιεν, ὅτι οὐ τοῦ Θεοῦ τὸ διδόναι ὑετὸν, ἀλλὰ τῶν εἰδώλων· ἐρώμεθα αὐτοὺς, πόθεν τοῦτο δῆλον; Ὅτι οἱ ποιηταὶ, φησὶν, εἰρήκασιν, ὅτι Ζεύς ἐστιν ὁ ὕων. Ἀλλ' οὗτοι αὐτοὶ εἰρήκασιν, ὅτι καὶ μοιχός ἐστι, καὶ παίδων φθορεὺς, καὶ πατραλοίας, καὶ ἕτερα τούτων οὐκ ἐλάττονα ἐγκλήματα. Ἀλλ' οὐκ ἔστι, φησὶν, ἀληθῆ. Οὐκοῦν οὐδὲ τὸ ὕειν. Εἰ γὰρ τοῦτο δέχῃ, κἀκεῖνά σε ἀνάγκη δέξασθαι· εἰ δὲ ἐκεῖνα ἐκβάλλεις, καὶ τοῦτο μετ' ἐκείνων. Ἡμεῖς γὰρ, ἐπειδὰν παρεχώμεθα μάρτυρας τῆς τοῦ Θεοῦ δυνάμεως, πάντα τὰ ὑπ' αὐτῶν λεγόμενα περὶ αὐτοῦ δεχόμεθα. Οὐκοῦν ἀνάγκη σε καὶ μοιχὸν αὐτὸν καταδέξασθαι, καὶ τὰ ἄλλα πάντα ὑπ' αὐτῶν λεγόμενα περὶ αὐτοῦ, καὶ ἐκ τούτου μανθάνειν, ὅτι πόῤῥω θείας δυνάμεως τὰ τοιαῦτα ἐγκλήματα, καὶ οὐκ ἂν εἴη θεὸς ὁ τοιοῦτος. Ἀλλ' ὁ μῦθος αὐτὸς ἑαυτῷ περιπίπτει, καὶ τὸ ψεῦδος ὑφ' ἑαυτοῦ ἐλέγχεται, καὶ μὴ βουλομένων ὑμῶν τοῦτο καταδέξασθαι, καὶ καθόλου τοὺς ποιητὰς ἐκβάλλει. Ὅτι δὲ ἐκβληθέντων ἐκείνων, πάντα οἰχήσεται τὰ ὑμέτερα, δῆλον. Καὶ γὰρ τὰ ὀνόματα αὐτῶν ἐκεῖνοι εὑρήκασι, καὶ ἐπέθηκαν· ὃ καί τις τῶν παρ' ὑμῖν φιλοσόφων εἴρηκεν. Εἰ δὲ ἀφεὶς ἐκεί 55.57 νους, ἐπὶ τὰς ἀλληγορίας δράμοις, ἐκεῖνό σε ἐρήσομαι· τί ποτέ ἐστιν ὁ Ζεύς; Ἡ ζέουσα, φησὶν, οὐσία καὶ τὸ ὑπὲρ τὸν ἀέρα μέρος, καὶ ὃ αἰθέρα καλοῦσι, παρὰ τὸ ζέον καὶ καῖον. Οὐκοῦν οὐκ ἔστι λογική τις οὐσία καὶ διακριτικὴ, ἀλλ' ἄλογος. Ὅτι γὰρ ἡ τοῦ ἀέρος φύσις οὔτε λόγον ἔχει, οὔτε λογισμὸν, παντί που δῆλόν ἐστι, καὶ πᾶς τοῦτο οἶδε, κἂν λίθων ἀναισθητότερός τις ᾖ. Ὥστε ἀνῄρηται τέως ὁ Ζεὺς, καὶ ἡ οὐσία αὐτοῦ ἠφάνισται. Εἰ γὰρ ἀήρ ἐστιν ὁ Ζεὺς, ὁ δὲ ἀὴρ τοῦτό ἐστιν, ὅπερ εἰρήκαμεν, κἀντεῦθεν ὁ μῦθος οἰχήσεται. Εἰ δὲ ἀὴρ, οὔτε πατὴρ ἐγένετό τινος, οὔτε ἔτεκέ τινα οὐσίαν, οἵαν ἀναπλάττουσι τὸν ἥλιον, ὃν καὶ Ἀπόλλωνα καλοῦσι, καὶ υἱὸν αὐτοῦ λέγουσιν εἶναι· οὔτε γὰρ ἥλιος λογισμόν τινα ἔχει, οὔτε διάνοιαν καὶ νοῦν, ἀλλὰ καὶ αὐτὸ φυσικόν ἐστιν ἔργον, ἀγόμενον καὶ περιφερόμενον τῷ νόμῳ, ᾧ παρὰ τὴν ἀρχὴν αὐτῷ ἔταξεν ὁ Θεός. Ἄλλως δὲ οὐδὲ τὸ ὕειν τοῦ αἰθέρος ἐστὶν, ἀλλὰ τῶν νεφελῶν δεχομένων τὸ ὕδωρ ἢ ἀπὸ τῆς θαλάσσης, ἢ τῶν ὑδάτων τῶν ὑπὲρ τὸν οὐρανὸν ἄνωθεν φερομένων, καθάπερ οἱ προφῆταί φασιν. Εἰ δὲ ἀπιστεῖς τοῖς προφήταις, σημεῖα φανερὰ καὶ δῆλα παρεχόμεθα, ἃ μάλιστα δείκνυσιν αὐτοὺς θεοπνεύστους γενομένους, καὶ οὐδὲν οἴκοθεν διαλεχθέντας ἡμῖν, ἀλλ' ἀπὸ τῆς θείας ἐκείνης καὶ ὑπερουρανίου χάριτος ἐμπνευσθέντας. Πάντα γὰρ τὰ ὑπ' αὐτῶν εἰρημένα τέλος ἔχει, καὶ πάντα πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν ἐξέβη, ἄν τε τὰ παλαιὰ, ἄν τε τὰ καινὰ βούλει μεταχειρίζειν. Τά τε γὰρ περὶ Ἰουδαίων εἰρημένα τοῖς προφήταις ἅπαντα τέλος ἔλαβεν, ὧν καὶ ἡ ἔκβασις ἅπασι. δήλη γέγονε· τά τε περὶ τοῦ Χριστοῦ ἐν