τελείως οὐδαμῶς ἐξελάσαι κατατολμήσουσι, καὶ τότε ὀλίγοι τινές· οἱ γὰρ πλείους τὸν παρὰ τοῦ στρατηγοῦ πόλεμον ὑφορώμενοι τῆς τοῦ ἀμηρᾶ παρατάξεως οὐκ ἀποστήσονται. Καὶ οὕτως ποιοῦντος τοῦ στρατηγοῦ, ἐκφύγωσιν οἱ τῶν χωρίων οἰκήτορες εἴς τε τὰ ὀχυρώματα καὶ τὰ κάστρα, καὶ ἀβλαβεῖς διατηρηθῶσιν. 13.τ Περὶ τοῦ ἐνεδρεῦσαι κατὰ τῶν λεγομένων μινσουρατόρων ἐν τοῖς ἀπλήκτοισ 13.1 Τῶν δὲ πολεμίων φοσσατικῶς τὰς χώρας ἡμῶν δῃούντων καὶ κοῦρσα πόρρωθεν μὴ ἀποστελλόντων ἀλλ' ἑαυτοὺς ἀσφαλιζομένων, σπουδάσει δι' ἑτέρας μηχανῆς τραυματίσαι αὐτούς. ∆ιασκοπῆσαί σε χρὴ καὶ στοχάσασθαι, ἀφ' οὗ τόπου τῶν πολεμίων ὑπάρχει ἄπληκτον, καὶ ἐν ποίῳ τῇ ἐπιούσῃ μέλλει ἀπληκεύειν. 13.2 Καὶ εἰ μακρότατόν ἐστι τὸ διάστημα τοῦ ἀπλήκτου, ὡσεὶ μιλίων ἑξκαίδεκα καὶ ἐπέκεινα, ὥστε τὸ τῆς ὁδοῦ μῆκος δύνασθαι κατακόπους αὐτούς τε καὶ τοὺς ἵππους αὐτῶν ἐργάσασθαι, πλησίον δὲ τοῦ τόπου ἐν ᾧ μέλλουσι καταλύειν διασκοπήσας καὶ εὑρὼν λόχον ἐπιτήδειον, μαχίμους καὶ ἐκλεκτοὺς ἄνδρας ἱππότας τριακοσίους ἢ καὶ τούτων ἔλαττον ἀπολεξάμενος ἐν αὐτῷ ἀποκρύψεις. Καταστήσεις δὲ καὶ ἑτέραν ἐνέδραν μετὰ παντὸς τοῦ λαοῦ σου ἐν ἐπιτηδείῳ τόπῳ ἔχοντι καὶ ὀχύρωμα εἰς ἀσφάλειαν αὐτοῦ. 13.3 Εἰ δὲ καὶ κάστρον πλησίον τύχῃ, ἔστι καὶ αὐτὸ εἰς περισσοτέραν σου σωτηρίαν καὶ ὠφέλειαν. Καὶ εἰ χρεία γένηται τῶν πεζῶν, ἐξελθέτωσαν καὶ αὐτοὶ τοῦ κάστρου συμμαχοῦντες καὶ ἐπιβοηθοῦντές σοι. 13.4 Οἱ δὲ προτρέχοντες τοῦ λαοῦ τῶν πολεμίων καταλαβεῖν τὸν τόπον πρὸς τὸ εὐτρεπίσαι τὰ ἑαυτῶν ἄπληκτα, ὡς εἰώθειοὓς μινσουράτορας εἴθισται Ῥωμαίοις καλεῖν, καὶ ἀσχολουμένων ἐν αὐτοῖς, ἐξελθέτωσαν κατ' αὐτῶν οἱ παρὰ σοῦ ἐν τῷ πρώτῳ λόχῳ πλησίον τοῦ ἀπλήκτου προκαταστάντες ὀξέως σὺν ἐλασίᾳ πολλῇ, καὶ τούτους βοηθείᾳ Θεοῦ χειρώσονται. Καὶ εἴγε τούτους οἱ ἐχθροὶ καταδιώξουσιν ἕως τοῦ τόπου ἐν ᾧπερ δυνατὸν ἔγκρυμμα κατέστησας, ἐξερχόμενος κατ' αὐτῶν ἀνδρικῷ καὶ γενναίῳ ὁρμήματι ὑπερισχύσεις τῶν διωκόντων καὶ τρόπαιον μνήμης ἄξιον ἀνεγερεῖς. 13.5 Καὶ εἴγε συμβῇ δυνάμεις τῶν πολεμίων καταλαβεῖν ἀντιμαχομένας σοι, ἔχων τὴν τοῦ ὀχυρώματος βοήθειαν καὶ τῶν πεζῶν, οὕτως καταισχυνεῖς αὐτοὺς καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλόντας ἀπράκτους παρασκευάσεις ὑποστρέψαι. 14.τ Περὶ τῆς ὑποχωρήσεως τῶν ἱππέων ἀπὸ τῶν πεζῶν ὁδοιπορούντων ὁμοῦ 14.1 Χρὴ οὖν καὶ τοῦτό σε ἀκριβῶς, ὦ στρατηγέ, σκοπεῖν καί, τῶν πολεμίων ἀγωνιζομένων διαλαθεῖν σε καὶ κοῦρσα ἀποστέλλειν καὶ τὰς χώρας ἡμῶν ληΐσασθαι, ἄγρυπνον ἔχειν τὸν νοῦν, μή ποτέ σε ἡ ἐπίνοια καὶ μηχανὴ αὐτῶν διαλάθῃ· ὅπερ γὰρ λέξω καὶ ἐν ἄλλοις οἱ αὐτοὶ ἐξειργάσαντο. 14.2 Ὁμοῦ γὰρ αὐτῶν τῶν τε ἱππέων καὶ πεζῶν σὺν τῆς ἀποσκευῆς ὁδοιπορούντων, καθὼς ταῖς ὄπισθεν καὶ διελθούσαις ἡμέραις ἐποίουν, οἱ εἰς κοῦρσα ἐξελάσαι βουλόμενοι, ἡνίκα πρὸς δυσμὰς ὁ ἥλιος καταντήσει, ἡ μὲν ἀποσκευὴ αὐτῶν καὶ ἅπαν τὸ ὑπουργικὸν σὺν τῷ πεζῷ τούτῳ στρατεύματι καὶ τῶν εἰς φυλακὴν αὐτῶν καταλιμπανομένων πολεμιστῶν ἱππέων τὰς σκηνὰς πηξάμενοι, ὡς ἔθος αὐτοῖς ἀπληκεύουσιν· οἱ δὲ εἰς κοῦρσον ἑτοιμασθέντες καὶ τὰς ἡμετέρας χώρας καταδραμεῖν βουλόμενοι, πρὸς τὸ μὴ κονιορτὸν αὐτῶν φανῆναι, ἀμφὶ δείλην ὀψίαν πρὸς κοῦρσον ὁρμῶσιν. 14.3 Τῷ δὲ παραμεῖναι ὀφείλοντι τῷ τῶν πολεμίων φοσσάτῳ, εἴτε τουρμάρχης ἐστὶν εἴθ' ἕτερος ἄρχων, μετὰ τοῦ λαοῦ αὐτοῦ ἐρχομένῳ χρὴ πλησιάσαι τῷ τόπῳ ἐν ᾧ αὐλίζονται. Ἐπειδὴ τῆς νυκτὸς καταλαμβανούσης, ὀφείλουσι τότε κατὰ τὸ εἰωθὸς εἰσέρχεσθαι καὶ πλησιάζειν ταῖς σκηναῖς αὐτῶν μετὰ πρώτην ὥραν ἢ καὶ δευτέραν τῆς νυκτός, καὶ ἐὰν οὐχ εὑρήσουσιν ἐν τῷ ἀπλήκτῳ τοὺς τῶν πολεμίων ἱππεῖς, διὰ τὸ ἤδη αὐτοὺς εἰς κοῦρσον πορευθῆναι, οὐκ ἔστι δυνατὸν ἄλλως τούτους τοὺς τὴν παραμονὴν πεπιστευμένους ἄρχοντας τοῦτο ἀκριβῶς διαγνῶναι καὶ τῷ στρατηγῷ τὸ ἀληθὲς καταμηνῦσαι, εἰ μὴ οὕτως ὡς λέξω. 14.4 ∆εῖ τοίνυν τοὺς καθ' ἑκάστην ἡμέραν πρὸς παραμονὴν ἀποστελλομένους ἐκ τῶν παραμεινάντων τὰς ὄπισθεν καὶ διελθούσας