παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν. Θέλω ὑμᾶς ἀμερίμνους εἶναι, ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας ταῖς βιωτικαῖς περισπώμενοι χρείαις. διὸ καὶ τοῦ γάμου προτιμοτέρα ἡ παρθενία, οὐ διὰ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλ' ὅτι ἀπασχολεῖ τῆς εὐσεβείας τὸν νοῦν. 1 Kor 7,36-38 Νομίζουσί τινες ὅτι αὐτόν τινα περὶ ἑαυτοῦ ἀσχημονεῖν λέγει, ἀντὶ τοῦ ἐπὶ τῇ ἑαυτοῦ παρθενίᾳ εἴ τις ἀσχημονεῖν νομίζοι. οὐκ ἔστι δὲ οὕτως. καὶ τὰ ἑξῆς δείκνυσιν· λέγει γάρ· ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ. οὐδεὶς δὲ ἑαυτὸν ἐκγαμίζει, ἀλλ' ὑφ' ἑτέρου δίδοται. 1 Kor 7,40 Τὸ τοῦ μακαρίου τούτου κρεῖττον τὸ οὕτω μεῖναι· τὸ μὲν γὰρ σωματικῆς ἐστιν ἀναπαύσεως, τὸ δὲ τελειοτέρας εὐσεβείας. Πρὸς σύγκρισιν εἴρηται τοῦτο· μακαρία μὲν γάρ ἐστιν, ἐὰν γαμῆται καὶ ἔχῃ προστασίαν ἀνδρός, μακαριωτέρα δέ, ἐὰν πρὸς εὐσέβειαν ἀποβλέπουσα μὴ γαμῆται, ἀλλ' ἀπασχολήσῃ ἑαυτὴν τῷ θεῷ. 1 Kor 8,1-3Ἐπειδὴ οἱ Korίνθιοι τὰ εἰδωλόθυτα ἤσθιον, λέγοντες ὅτι ἡμῖν οὐκ ἔστιν εἰδωλόθυτον-ἁγιάζω 254 γὰρ αὐτὰ τῇ ἐπονομασίᾳ τοῦ Χριστοῦ καὶ ἐσθίω-, δείκνυσιν αὐτὸς ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο, καὶ λέγει· οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ὥστε ὃ οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. Τοῦτο μέν, ὃ οἴδατε καὶ οἶδα, οὐ δεῖ σκοπεῖν· ὃ δὲ οἶδα, ὅτι δεῖ διὰ τὸν ἀσθενῆ μὴ ἐσθίειν, τοῦτο οὐκ οἴδατε ὑμεῖς, ἐγὼ δὲ οἶδα. τί οὖν φυσιοῦσθε ὑπὸ τῆς γνώσεως τῆς οὐ τοσοῦτον ἐχούσης ὅσον ἡ ἐμὴ γνῶσις; ἐπάγει γοῦν· εἰ δέ τις δοκεῖ εἰδέναι τι ἐν ὑμῖν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι. αὐτίκα ὃ ἐγὼ οἶδα, σὺ οὐδέπω οἶδας. εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. ἡμεῖς μὲν ὅπερ ὡς ἄνθρωποι οἰηθῶμεν εἰδέναι, οὐδέπω οὐδὲν οἴδαμεν. τί δέ ἐστι τὸ μακάριον; τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ' αὐτοῦ, οὐκ ἐπειδὴ ἀγνοεῖ τοὺς μὴ ἀγαπῶντας, ἀλλ' ὅτι οἰκειοῦται τοὺς ἀγαπῶντας· λαμβάνεται γὰρ τὸ τῆς γνώσεως καὶ ἐπὶ οἰκειώσεως, ὥσπερ τὸ τῆς ἀγνοίας καὶ ἐπὶ ἀλλοτριώσεως, οἷόν ἐστι τὸ ὑπὸ τοῦ κυρίου ῥηθὲν τὸ ἀπέλθετε, οὐδέποτε ἔγνων ὑμᾶς. 253,ξολ2Ἐπειδὴ οἱ Korίνθιοι ἔλεγον· οὐδὲν εἴδωλόν ἐστιν, διὸ καὶ οὐ λογοῦμεν τὰ ἱερόθυτα μᾶλλον ἐν 254,ξολ2 τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ ἐσθίοντες ἢ βλαπτόμεθα, δείκνυσιν ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο ἀλλὰ καὶ ἄλλοι, ὅτι οὐκ ἔστι τι ἱερόθυτον· ὥστε ὃ μὲν οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. ἡ μὲν οὖν τοιαύτη γνῶσις φυσιοῖ καὶ βλάπτει, ἐὰν τὸ ἑαυτῶν οἴδητε, οὐ μὴν καὶ τὸ ἄλλο ὅτι ἡ ἀγάπη οἰκοδομεῖ, καὶ δεῖ γάρ σε διὰ τὴν ἀγάπην τοῦ ἀσθενοῦς ἀδελφοῦ μὴ ἐσθίειν ἐν εἰδωλείῳ, ἵνα μὴ ἐκεῖνος πληγῇ. Οὐδὲν οἶδεν ὁ δοκῶν τι εἰδέναι ἐν ὑμῖν· οὐ γὰρ ἐγίγνωσκεν ἑτέρους βλάπτεσθαι τῇ τούτων γνώσει. Κἂν οἰηθῶμέν τι εἰδέναι, οὐδέπω ἴσμεν οὐδέν. τὸ δὲ μακάριον τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ' αὐτοῦ, τοῦτ' ἔστι τὸ οἰκειοῦσθαι αὐτῷ· οὐδένα γὰρ ἀγνοεῖ, ἀλλὰ τοὺς ἀσεβεῖς λέγεται ἀγνοεῖν. 1 Kor 8,6 Προειπὼν οὐδεὶς θεὸς εἰ μὴ εἷς, ἵνα μὴ δόξῃ ἐκβάλλειν τῆς θεότητος τὸν υἱόν, ἐπήγαγεν ὁ πατήρ· καὶ γὰρ ἀληθῶς πατὴρ ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. οὐκοῦν καὶ υἱὸς θεὸς ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. εἰ δὲ ἑνὸς λεγομένου κυρίου τοῦ υἱοῦ, οὐχ ἥττω κύριος ὁ πατήρ, δηλονότι καὶ ὡς ἑνὸς λεγομένου θεοῦ τοῦ πατρός. οὐκ ἐλάττω θεὸς 255 οὐδὲ υἱός. τὸ δὲ ἐξ αὐτοῦ τὰ πάντα οὐ τὴν οὐσίαν δηλοῖ-οὐ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ τὰ δημιουργήματα-ἀλλὰ τὸ ἐξ οὗ τὴν βουλὴν τοῦ πατρὸς δηλοῖ. εἶτα εἰπὼν καὶ ἡμεῖς εἰς αὐτόν, δίδωσιν ἡμῖν νοεῖν τὸ ἐλλεῖπον τῷ λόγῳ, τὸ ἀλλ' ἡμῖν εἷς θεός, καὶ ἡμεῖς εἰς αὐτὸν ἐλπίζομεν. πάλιν δὲ λείπει τῷ λόγῳ τῷ καὶ ἡμεῖς δι' αὐτοῦ-λείπει γὰρ τὸ κεκλήμεθα ἢ σεσώσμεθα-· οὐ γὰρ τοῦτο λέγει ὅτι δι' αὐτοῦ ἡμεῖς ἐγενόμεθα-εἰπὼν γὰρ τὰ πάντα περιέλαβε τὸ καὶ ἡμεῖς-ἀλλὰ πάντα λέγει τὰ γενόμενα, ἡμεῖς δὲ τὰ οἰκονομηθέντα καὶ σωζόμενα. Τὸ μὲν κατορθούμενον ὑμῖν οὐδέν, τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους μέγα. 1 Kor 8,10- 12 Ποία; ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ.Ὁ οὐκ ἔχων ταύτην τὴν γνῶσιν ὅτι εἷς ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ, νομίζων εἰδωλόθυτον ἐσθίειν