ἐκτίθησιν εἰς χῶρον τὸν ἀπ' αὐτοῦ τοῦ Πάριδος Πάριον κεκλημένον. ἔρριπτο τοίνυν ἀμελῶς. εὗρον αὐτὸ ποιμένες, ᾠκτείρησαν, ἀνείλοντο. κήδονται τοῦ νηπίου, καὶ βρεφικῶς ἐκτρέφουσι Πάριν ὠνομακότες. ἤδη δ' αὐτὸν ἐγγίσαντα μειράκων ἡλικίᾳ ὁ Πρίαμος συνέστιον αὐτὸν παραλαμβάνει, νομίσας ὡς ἐκπέφευγε τὴν ἀπ' ἐκείνου βλάβην. ἀλλ' ἦσαν ἀμετάκλωστα τὰ νήματα τῆς τύχης, καὶ τὸ καθάπαξ κυρωθὲν οὐκ ἦν ἀναλυθῆναι. ὁ γὰρ Ἀλέξανδρός τινα τῶν ὁμογνίων κτείνας, οὐχ ἑκουσίαις μὲν ὁρμαῖς πλὴν ὅμως δράσας φόνον, ἀπαίρει πρὸς Μενέλαον ἐκ Τροίας ἐπὶ Σπάρτην. δέχεται τοῦτον εὐμενῶς ἐκεῖνος οἷα φίλον, φιλοφρονεῖται, ξεναγεῖ, παντοίως δεξιοῦται. ἐνταῦθά σου τὸ παίγνιον, τύραννε πάντων Ἔρως, ἐνταῦθά σου τὸ παίγνιον καὶ τὸ τῆς ἔχθρας σπέρμα, ὅθεν ἀνῆψας λιπαρὰν κάμινον τοῦ πολέμου. ἀποδημεῖ Μενέλαος, λείπεται Πάρις μόνος, τὴν Μενελάου γαμετὴν κατὰ τὸν οἶκον βλέπει. ἦν ἡ γυνὴ περικαλλής, εὔοφρυς, εὐχρουστάτη, εὐπάρῃος, εὐπρόσωπος, βοῶπις, χιονόχρους, ἑλικοβλέφαρος, ἁβρά, χαρίτων γέμον ἄλσος, λευκοβραχίων, τρυφερά, κάλλος ἄντικρυς ἔμπνουν. τὸ πρόσωπον κατάλευκον, ἡ παρειὰ ῥοδόχρους, τὸ πρόσωπον ἐπίχαρι, τὸ βλέφαρον ὡραῖον, κάλλος ἀνεπιτήδευτον, αὐτόβαπτον, αὐτόχρουν· ἔβαπτε τὴν λευκότητα ῥοδόχροια πυρσίνη, ὡς εἴ τις τὸν ἐλέφαντα βάψει λαμπρᾷ πορφύρᾳ. δειρὴ μακρά, κατάλευκος, ὅθεν ἐμυθουργήθη κυκνογενῆ τὴν εὔοπτον Ἑλένην χρηματίζειν. ὁρᾷ ταύτην Ἀλέξανδρος, ἁλίσκεται τῷ κάλλει. καὶ τί πολλὰ καὶ περιττὰ μακρηγορεῖν καὶ γράφειν; ἁρπάζει ταύτην θέλουσαν, φυγὰς ἀποδιδράσκει. καὶ τὴν φυγὴν ἀδυνατῶν ἄλλως εὖ διαθέσθαι, εἰς ναῦν ἐμβὰς ἁλίπλοον ἀπαίρει πρὸς Φοινίκην, ἐκ τῆς φερούσης ἐκτραπεὶς πορείας πρὸς τὴν Τροίαν· δίωξιν γὰρ ὑπώπτευεν ἐκ τῶν ἀδικηθέντων. ἀποληφθεὶς δὲ πνεύμασι σφοδροῖς πολυταράχοις μόλις εἰς ἓν ὡρμίσατο στομάτων τῶν τοῦ Νείλου, Κανωβικὸν ὀνομασθὲν ἐν χρόνοις τοῖς ὑστέροις, ἔνθα δεδόμητο νεὼς ἥρωος Ἡρακλέος, τοῖς πρόσφυξι δωρούμενος ἀνθρώποις ἀσυλίαν. εἰς τοῦτον τοίνυν τὸν ναὸν φυγόντες ὑπὸ δέους οἱ συμφυγόντες Πάριδι καὶ συνεκπεπλευκότες πολλὰς αὐτοῦ κατέχεον ὕβρεις καὶ λοιδορίας, ἐκτραγῳδοῦντες τὰ δεινὰ τὰ παρ' αὐτοῦ πραχθέντα, τὴν ὕβριν, τὴν ἀσέβειαν τὴν εἰς τὸν ξενοδόχον, τὴν ἁρπαγὴν τῆς γυναικός, ναὶ μὴν καὶ τῶν χρημάτων. ἀκούει ταῦθ' ὁ στρατηγὸς ὁ κληραρχῶν τοῦ τόπου, ἀκούει ταῦτα καὶ Πρωτεὺς ὁ βασιλεὺς Αἰγύπτου, καὶ γίνεται μετάπεμπτος ὁ Πάρις πρὸς ἐκεῖνον σὺν γυναικί, σὺν χρήμασι, σὺν τοῖς συνεπομένοις. ὁ μὲν οὖν ἐπυνθάνετο τίς ἡ γυνὴ καὶ τίνος, καὶ πόθεν ἀφελόμενος ταύτην περιπλανῷτο· Ἀλέξανδρος δ' ἀνέπλαττε ψευδοσυνθέτους λόγους. ὁ δὲ Πρωτεὺς ἐκδιδαχθεὶς τὰ κατὰ τὴν Ἑλένην τοιοῖσδε πρὸς Ἀλέξανδρον ἐχρήσατο τοῖς λόγοις. "εἰ μή μοι προκεκύρωτο καὶ προτεθέσπιστό μοι μηδένα ξένον ἀναιρεῖν τῶν ὑπὸ κλυδωνίου χειμαζομένων χαλεποῦ κἀνταῦθα ῥιπτουμένων, μεγάλαις ἄν σε καὶ δειναῖς βασάνοις ἐτισάμην ἀχάριστον γενόμενον περὶ τὸν εὐεργέτην καὶ τοὺς θεσμοὺς πατήσαντα τοὺς τῆς φιλαλληλίας. νῦν δέ σοι τὰ μὲν χρήματα καὶ τὴν γυναῖκα ταύτην οὐκ ἀποδώσω, κἂν πολλαῖς χρήσῃ ταῖς κολακείαις, τῷ δ' Ἕλληνι τῷ παρὰ σοῦ βλαβέντι συντηρήσω· σὺ δ' ἐξ αὐτῆς ἀπόστηθι, κἀκ τῆς Αἰγύπτου φεῦγε." Πρωτεὺς μὲν οὖν σὺν ἀπειλαῖς ἀπώσατο τὸν Πάριν· ὁ δὲ κεναῖς ὑπέστρεψε χερσὶ πρὸς τὴν πατρίδα, τῆς ἡδονῆς γευσάμενος ἄκρῳ δακτύλῳ μόνῳ, καὶ πρὸς αἰθέρα φθάνουσαν πυρκαϊὰν ἀνάψας. Καὶ γάρτοι μετὰ τὸν δρασμὸν τούτου τὸν ἀπὸ Σπάρτης καὶ τὴν Ἑλένης ἁρπαγὴν τοιάδε συμβεβήκει. ἐπάνεισι Μενέλαος ἐκ τῆς ἀποδημίας, μανθάνει τὸ γενόμενον, ῥηγνύει τὴν ἐσθῆτα, καὶ σὺν αὐτῷ Τυνδάρεως πατὴρ ὁ τῆς Ἑλένης. εἰς μέσους ἀφικνοῦνται δὲ τοὺς τῶν Ἑλλήνων πρώτους ἠσβολωμένοι πρόσωπα καὶ μελανειμονοῦντες, ὅρκων ἀναμιμνήσκουσι τῶν φρικωδῶν ἐκείνων, οὓς ἦσαν Ἕλληνες ὁμοῦ πάντες ὀμωμοκότες, ὡς εἰ συμβῇ παρά
15