15
τῇ Καινῇ, ἃ μάλιστα δείκνυσι θείαν ἑκατέραν οὖσαν τὴν Γραφήν. Εἰ δὲ θεία, καὶ τὰ ἐν αὐτῇ περὶ Θεοῦ εἰρημένα ἀληθῆ πάντα. Μὴ τοίνυν ἀμφίβαλλε περὶ τῆς τοῦ Θεοῦ προνοίας, ἀλλὰ θαύμαζε αὐτοῦ τὴν κηδεμονίαν, ὅτι καίτοι πονηρῶν ὄντων καὶ ἀγαθῶν, τὴν οἰκουμένην καὶ τὸν ἥλιον πᾶσιν ἀνῆκε, καὶ τοὺς ὑετοὺς δίδωσιν. Εἰ δέ τινας ἀφίησιν εἶναι ἐν πτωχείᾳ καὶ πενίᾳ, διορθῶν αὐτῶν τὴν ψυχὴν ἀφίησι, φιλοσοφωτέραν τὴν γνώμην ἐργαζόμενος. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι ὁ μὲν πλοῦτος τοῖς μὴ προσέχουσι πονηρίας ἐστὶν ὑπηρέτης· ἡ δὲ πενία φιλοσοφίας ἐστὶ μήτηρ· καὶ ταῦτα δείκνυσι καθ' ἑκάστην ἡμέραν τὰ πράγματα. Πόσοι τῶν πενήτων τῶν πλουτούντων εἰσὶ συνετώτεροί τε καὶ φιλοσοφώτεροι, καὶ τὰ σώματα ὑγιεινότεροι, πενίας αὐτοῖς καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν διορθουμένης; Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω. Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. Ἰδοὺ καὶ ἄλλο προνοίας εἶδος οὐ μικρὸν, τὸ εἰρήνης ἀπολαύειν τοὺς ἀνακειμένους Θεῷ. Εἰρήνη γὰρ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Οὐδὲν γὰρ οὕτως εἰρήνην ποιεῖν εἴωθεν, ὡς ἡ τοῦ Θεοῦ γνῶσις, καὶ ἡ τῆς ἀρετῆς κτῆσις, τὸν ἔνδοθεν τῶν παθῶν ἐξοικίζουσα πόλεμον, καὶ οὐκ ἀφιεῖσα αὐτὸν πρὸς ἑαυτὸν διαστασιάζειν τὸν ἄνθρωπον. Ὡς εἴγε μὴ ταύτης ἀπολαύοι τῆς εἰρήνης, κἂν ἐν βαθυτάτῃ εἰρήνῃ ᾖ ἔξωθεν, κἂν μηδεὶς πολέμιος 55.58 αὐτὸν βάλλῃ, τῶν ὑπὸ τῆς οἰκουμένης πολεμουμένων πάντων ἐστὶν ἀθλιώτερος. ιβʹ. Οὐ γὰρ οὕτω Σκύθαι, οὐδὲ Θρᾷκες, οὐ Σαυρομάται, καὶ Ἰνδοὶ, καὶ Μαῦροι, καὶ ὅσα ἄγρια ἔθνη πολεμεῖν εἰώθασιν, ὡς λογισμὸς ἀτοπώτατος ἐνδομυχῶν τῇ ψυχῇ, καὶ ἐπιθυμία ἀκόλαστος, καὶ χρημάτων ἔρως, καὶ δυναστείας πόθος, καὶ τῶν βιωτικῶν πραγμάτων ἡ προσπάθεια. Καὶ εἰκότως· ἐκεῖνος μὲν γὰρ ἔξωθεν ὁ πόλεμος, αὕτη δὲ ἔνδον ἐστὶν ἡ μάχη. Ὅτι δὲ τὰ ἔνδοθεν τικτόμενα τῶν ἔξωθεν προσβαλλόντων ἐστὶ χαλεπώτερα, καὶ μᾶλλον διαφθείρειν εἴωθε, τοῦτο ἐπὶ πάντων ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ ξύλου φύσιν σκώληξ ἔνδον τικτόμενος μᾶλλον διαφθείρει, καὶ σώματος δύναμιν καὶ ὑγείαν τῶν ἔξωθεν φυομένων τὰ ἔνδοθεν βλαστάνοντα νοσήματα μειζόνως λυμαίνεται· καὶ πόλεις οὐχ οὕτως οἱ ἔξωθεν πολέμιοι, ὡς οἱ ἐμφύλιοι καταλύουσιν· οὕτω δὴ καὶ ψυχὴν οὐχ οὕτω τὰ ἔξωθεν προσιόντα μηχανήματα, ὡς τὰ ἔνδοθεν τικτόμενα νοσήματα λυμαίνεσθαι πέφυκεν. Ἀλλ' ἐάν τις τὸν φόβον τοῦ Θεοῦ ἔχων, μετὰ ἀκριβείας τοῦτον καταλύσῃ τὸν πόλεμον, καὶ κοιμήσῃ τὰ πάθη, καὶ τὰ θηρία τὰ ποικίλα ἐκεῖνα τῶν ἀτόπων λογισμῶν ἀποπνίξας, μὴ ἐμφωλεύειν παρασκευάσῃ, οὗτος καθαρωτάτης καὶ βαθυτάτης ἀπολαύσεται εἰρήνης. Ταύτην τὴν εἰρήνην ἐλθὼν ὁ Χριστὸς ἐχαρίσατο· ταύτην καὶ ὁ Παῦλος τοῖς πιστοῖς ἐπηύχετο, καθ' ἑκάστην ἐπιστολὴν λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν· ὁ γὰρ τὴν εἰρήνην ταύτην ἔχων, οὐ μόνον βάρβαρον καὶ πολέμιον, ἀλλ' οὐδὲ αὐτὸν τὸν διάβολον δέδοικεν· ἀλλὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καταγελᾷ, καὶ πάντων ἀνθρώπων ἐστὶν εὐθυμότερος, οὐ πενίᾳ πιεζόμενος, οὐ νόσῳ καὶ ἀῤῥωστίᾳ βαρούμενος, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων τῶν ἀδοκήτως προσπιπτόντων θορυβούμενος, διὰ τὸ τὴν ψυχὴν, τὴν δυναμένην ταῦτα μετὰ ἀκριβείας διαθεῖναι καὶ εὐκολίας ἁπάσης, ἐῤῤωμένην καὶ ὑγιαίνουσαν ἔχειν. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές· ἔστω τις βάσκανος, καὶ μηδεὶς αὐτῷ πολεμείτω· τί τὸ ὄφελος; Αὐτὸς γὰρ ἑαυτῷ πολεμεῖ, παντὸς ξίφους ὀξυτέρους καθ' ἑαυτοῦ θήγων λογισμοὺς, πᾶσι τοῖς ὁρωμένοις προσπταίων, καὶ καθ' ἕκαστον τῶν ἐντυγχανόντων ἀνθρώπων τιτρώσκων ἑαυτὸν, καὶ πρὸς οὐδένα ἡδέως ἔχων, ἀλλὰ κοινοὺς πολεμίους πάντας ὁρῶν. Τί οὖν ὄφελος τῆς ἔξωθεν εἰρήνης τούτῳ, ὅταν αὐτὸς λυσσῶν καὶ μαινόμενος, καὶ κοινὸς τῆς φύσεως ὢν ἐχθρὸς, περιέρχηται τοσοῦτον ἔνδοθεν φέρων