ἡμέρας τὸ φοσσᾶτον καὶ εἰς τὰ τετράδια ἱσταμένους, καθὼς ἀνωτέρω εἰρήκαμεν, δύο ἐξ αὐτῶν ἐμπειροτάτους καὶ ἀνδρείους τῶν εἰς τὴν παραμονὴν ἀπερχομένων παρὰ τοῦ στρατηγοῦ λαμβάνειν, ἵνα καλῶς παρ' αὐτῶν ἀναδιδάσκωνται οἷα πρότερον κἀκεῖνοι ἐνήργησαν καὶ ἐθεάσαντο. Αὐτοὺς δὲ τοὺς δύο ἀναμίξας ἑνὶ τῶν τεσσάρων τετραδίων ὁ τουρμάρχης ἀποστειλάτω, κατὰ τὸν προεκτεθέντα τύπον τῆς παραμονῆς, ἐγγίσαι τῷ φοσσάτῳ πρὸς τὸ ἀκούειν τὰς φωνὰς αὐτῶν καὶ τοὺς χρεμετισμοὺς τῶν ἵππων. Οἱ οὖν δύο ἄνδρες οἱ πρότερον παραμείναντες ἐν ἄλλοις ἀπλήκτοις τῷ φοσσάτῳ, ὅτε καὶ ὁ λαὸς αὐτῶν ἅπας συνῆν καὶ συνηπλήκευε, δυνήσονται στοχάσασθαι ἀπό τε τῆς τοῦ λαοῦ ὀχλαγωγίας καὶ ταραχῆς καὶ τοῦ χρεμετισμοῦ τῶν ἵππων, ἀπό τε τοῦ χώρου ἐν ᾧ τὰς σκηνὰς ἐπήξαντοοὐ γὰρ εὑρεθήσεται ὁ χῶρος τὸ τρίτον μέρος ἔχων, ὧν ἐν τοῖς ὄπισθεν ἀπλήκτοις κατεῖχον, ὅτε ἅπαντες ὁμοῦ συνηπλήκευον, καὶ ἐκ τούτου δυνατόν ἐστι στοχάσασθαι καὶ κατανοῆσαι ὡς ἐπιλείπει ὁ λαὸς τῶν πολεμίων ἐν ἐκείνῳ τῷ χώρῳ καὶ μὴ εἶναι σὺν αὐτοῖς ἐν τῷ ἀπλήκτῳ. Καὶ πῶς γὰρ οὐ δυνατὸν τοῦτο στοχάσασθαι ὁπόταν ἓξ χιλιάδες ἀνδρῶν, πλεῖον ἢ ἔλασσον, καὶ ἵππων ἄχρι τῶν δώδεκα ἐπιλείπωσιν ἐκ τοῦ ἀπλήκτου, οὓς πάντας ὁμοῦ εἶναι οἱ πρώην παραμείναντες ἑώρων καὶ κατεστοχάζοντο. 14.5 ∆ιὰ οὖν τὸ ἀμφίβολον, πρὸς τὸ καὶ τελείαν λαβεῖν τοὺς παραμένοντας περὶ τούτου τῆς ἀληθείας κατάληψιν, δέον καὶ τοῦτο τὸν εἰς τὴν παραμονὴν ἀποσταλέντα τουρμάρχην διαπράξασθαι· ἱππότας ὀκτώ, ἄνδρας τῶν ἐμπειροτάτων καὶ τὰς ὁδοὺς εἰς ἄκρον ἐξησκημένους ἀπολεξάμενος, διορίσασθαι εἴτε δεξιὰ εἴτε εὐώνυμα ἐκ τῶν ὄπισθεν, ἐν ᾧ ὁ τουρμάρχης ἵσταται, ἔμπροσθεν γενέσθαι τῶν πολεμίων ἀφισταμένους τῶν σκηνῶν μιλίου τὸ ἥμισυ, καὶ ἔμπροσθεν γενομένους ἀκριβῶς ἐρευνῆσαι καὶ τὰς ὁδοὺς ἀναψηλαφῆσαι. Καὶ εἰ ἄρα οἱ τῶν πολεμίων ἱππεῖς διῆλθον καὶ ἄχρι τῶν διακοσίων ὑπῆρχον, διαγνώσουσι τὴν τούτων διάβασιν οἱ ἀποσταλέντες, μή τί γε ἄχρι τῶν δώδεκα χιλιάδων ἵπποι, πλέον ἢ ἔλασσον. Τὰ γὰρ ἴχνη τῶν τοσούτων ἵππων ὡς προσφάτως διελθόντων σαφῶς οἱ ἀποσταλέντες διαγνώσονται, καὶ τάχει πολλῷ πρὸς τὸν τουρμάρχην ὑποστρέφοντες περὶ τούτου ἀπαγγειλάτωσαν καὶ διὰ ποίας ὁδοῦ τὴν ὁρμὴν ἐποιήσαντο. Ὁ δὲ τουρμάρχης παραυτίκα σπουδῇ πολλῇ τῷ στρατηγῷ καταμηνυσάτω περὶ τούτου καὶ διὰ ποίας ὁδοῦ ἐπορεύθησαν. 14.6 ∆εῖ οὖν τὸν στρατηγὸν πρὸς ταῦτα βουλεύσασθαι μετὰ τῶν συνόντων αὐτῷ στρατηγῶν καὶ λοιπῶν ἐμπείρων. Καὶ εἰ μὲν ὁρᾷ τὸ ἑαυτοῦ στράτευμα δύναμιν ἔχον τοῦ ἀντιπαρατάξασθαι τῷ τῶν πολεμίων φοσσάτῳ, πρὸς τὴν κατ' αὐτῶν μάχην παρασκευασθήτω, εἴγε πλησίον ἐστὶ καὶ τὸ τῶν πεζῶν αὐτοῦ στράτευμα, δυνάμενον τῇ αὐτῇ ἡμέρᾳ ἑνωθῆναι αὐτῷ. Εἰ οὖν ἐστιν ὁ χῶρος, ἐν ᾧ οἱ πολέμιοι αὐλίζονται, ὀχύρωμα ἔχων εἰς ἐκείνων ἀσφάλειαν ἢ ῥύακα δυσδιάβατον, οὐ χρὴ πρὸς τὸν κατ' αὐτῶν ἐξαρτύεσθαι πόλεμον· εἰ δὲ ἐφόμαλός ἐστι πανταχόθεν, μάλιστα δὲ καὶ τῶν πεζῶν δυναμένων καταβαλεῖν ἐν ἡμέρᾳ τῆς τοῦ πολέμου προσβολῆς, παρασκευασθήτω πρὸς τοῦτο. 14.7 Εἰ δὲ ὁ χῶρος ὀχυρότητα ἔχει, ὡς ἔφημεν, καὶ τὸ πεζικὸν στράτευμα ἐπιλείπει, δέον ὁρμῆσαι τάχει πολλῷ πρὸς τὸ τοὺς κουρσεύοντας τῶν πολεμίων καταλαβεῖν, καὶ ἄρχοντα μὲν χρήσιμον ἀποστεῖλαι τοῦ ἐπιλαβέσθαι τῶν ἰχνῶν τῶν πρὸς τὴν ἐκδρομὴν τοῦ κούρσου ὁρμησάντων πολεμίων· αὐτὸς δὲ μετὰ παντὸς τοῦ λαοῦ ἐκ πλαγίου περιπατῶν σπευσάτω, ὀξύτερον βαδίζων, πλησίον γενέσθαι, καθὼς τὰς ὁδοὺς ἐξεπίσταται ἐν αἷς οἱ πολέμιοι περιπατοῦσι· καὶ μετ' ἀσφαλείας περιπατείτω. Ἡνίκα δὲ τὸ διάφαυμα τῆς ἡμέρας ἐγγίσει, ἀποστειλάτω βιγλάτορας εἰς κατασκοπὴν τῶν πολεμίων· καὶ εἰς ὑψηλοὺς βουνοὺς ἀνερχόμενοι ἀγωνισάσθωσαν θεάσασθαι αὐτούς. 14.8 Ὁ δὲ στρατηγὸς ἡμέρας γενομένης τὸν ἑαυτοῦ λαὸν ἀποκρυπτέτω, ἵνα μὴ τὸν κονιορτὸν αὐτοῦ οἱ πολέμιοι θεασάμενοι μᾶλλον ἐνεδρευθῇ παρ' αὐτῶν. Καταμηνυόμενος δέ, ἢ παρὰ τῶν ἐπακολουθούντων τῷ κούρσῳ ἢ παρὰ τῶν εἰς ἐπισκοπὴν καὶ βίγλαν