16
πόλεμον, καὶ μυρία τόξα καὶ βέλη, μᾶλλον δὲ μυρίους θανάτους εὐχόμενος, ἢ ἰδεῖν τινα τῶν ὁμογενῶν εὐδοκιμοῦντα καὶ εὐημερίας ἀπολαύοντα; Πάλιν ἕτερος ὑπὸ χρημάτων ἐπιθυμίας κατεχόμενος, μυρίους πολέμους καὶ μάχας καὶ στάσεις εἰς τὴν ἑαυτοῦ συνάγει ψυχὴν, καὶ ἐν θορύβῳ καὶ ταραχῇ ὢν, οὐδὲ μικρὸν ἀναπνεῦσαι δύναται. Ἀλλ' οὐχ ὁ τούτων ἀπηλλαγμένος τῶν παθῶν οὕτω διάκειται, ἀλλ' ἐν γαληνῷ κάθηται λιμένι, ἐντρυφῶν τῇ φιλοσοφίᾳ, καὶ 55.59 οὐδεμίαν ὑπομένων ἀηδίαν τοιαύτην. ∆ιὸ δὴ καὶ ταύτης ἀπολαύων τῆς προνοίας ὁ Προφήτης ἔλεγεν· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· δηλῶν, ὅτι τῷ μὴ ταύτην ἔχοντι τὴν εἰρήνην οὐδὲ ὁ κοινὸς λιμὴν ἅπας ἀνέῳκται, ἀλλὰ καὶ οὗτος προσκέχωσται, ὁ τοῦ ὕπνου καὶ τῆς νυκτός. Τὰ γὰρ πάθη ταῦτα καὶ τὴν ἀπὸ τῆς φύσεως ἄδειαν διδομένην διαφθείρει, ἑτέρᾳ τυραννίδι χαλεπωτέρᾳ τοῦ ὕπνου τὴν τυραννίδα παντελῶς παρωθούμενα. Οἱ γὰρ φθονεροὶ, καὶ βάσκανοι, καὶ πλεονέκται, καὶ ἅρπαγες τοῦτον τὸν πόλεμον πανταχοῦ περιφέροντες, καὶ τοὺς πολεμίους ἔνδον ἔχοντες ἐγκαθημένους, ὅπουπερ ἂν ἀπέλθωσι, φυγεῖν οὐ δύνανται τὴν μάχην· ἀλλὰ κἂν οἴκοι μένωσι, κἂν ἐπὶ κλίνης κέωνται, νέφη βελῶν, καὶ θορύβους κυμάτων βιαιοτέρους, καὶ σφαγὰς, καὶ κραυγὰς, καὶ οἰμωγὰς, καὶ ἕτερα πολλῷ τῶν ἐν τοῖς πολεμίοις συμβαινόντων χαλεπώτερα ὑπομένουσιν. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καὶ ἐγρηγορὼς τρυφᾷ, καὶ ἐν καιρῷ τῆς νυκτὸς μετὰ πολλῆς τῆς ἡδονῆς τὸν ὕπνον δέχεται. Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτό; Συνηγμένος πρὸς ἐμαυτὸν, φησὶ, συνεστραμμένος, οὐ σχιζόμενος εἰς μυρίας φροντίδας, οὐδὲ τὰ τοῦ δεῖνος καὶ τοῦ δεῖνος μεριμνῶν, οὐδὲ εἰς τὴν οἰκουμένην διατεμνόμενος ταῖς φροντίσιν· ἀλλὰ τὰ ἐμαυτοῦ λογιζόμενος, καὶ τὰ ἐμοὶ διαφέροντα, καὶ ἃ μάλιστά ἐστιν ἀνθρώπῳ προσήκοντα. Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τῇ τῶν μελλόντων ἐλπίδι καὶ τῇ προσδοκίᾳ τῇ εἰς σὲ πάντα μου τὰ πάθη κατέστειλα. Καθάπερ καὶ Παῦλός φησι· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὐ γάρ ἐστιν οὐδὲν φορτικὸν πρᾶγμα, ὃ μὴ γίνεται ῥᾷστον τῇ ἐλπίδι τῆς εὐδοκιμήσεως τῆς κατὰ Θεόν. ∆ιὰ τοῦτό φησιν· Ἐπ' ἐλπίδι κατῴκισάς με. Καὶ τὸ Κατὰ μόνας δὲ οὐ μικρὰ διδασκαλίας ἀρετή. ιγʹ. Τί δέ ἐστι, Κατὰ μόνας; Τῶν πονηρῶν χωρίς. Τὴν γὰρ εἰρήνην ταύτην κατώρθωσα, φησὶ, πρὸς σὲ, καὶ κατὰ μόνας οἰκῶ φεύγων τοὺς διεφθαρμένους. Καὶ μάλα εἰκότως. Καθάπερ γὰρ σώματα πολλάκις ἀπὸ τῆς τῶν ἀέρων τῶν διεφθαρμένων λύμης ἀπόλλυνται· οὕτω δὴ καὶ ψυχὴ πολλάκις ἐδέξατο βλάβην ἀπὸ τῆς τῶν πονηρῶν συνουσίας· καὶ καθάπερ ὀφθαλμὸς ὑγιαίνων, ὅταν νοσοῦντα ἴδῃ, πλήττεται, καὶ ὁ ψώρας ἐμπεπλησμένος, μεταδίδωσι καὶ τοῖς ὑγιαίνουσιν· οὕτω δὴ συμβαίνει πολλάκις καὶ ἐπὶ τῆς συνουσίας τῶν πονηρῶν ἀνθρώπων. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς παρῄνει οὐ μόνον φεύγειν τοὺς τοιούτους, ἀλλὰ καὶ ἐκτέμνειν, οὕτω λέγων· Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· οὐ δὴ περὶ ὀφθαλμοῦ λέγων· τί γὰρ ἂν ἀδικήσειεν ὀφθαλμὸς, διανοίας ὑγιαινούσης; ἀλλὰ περὶ φίλων ἀναγκαίων καὶ ἐν τάξει τῶν μελῶν τούτων ἡμῖν ὄντων, καὶ βλαπτόντων ἡμᾶς, ταῦτα ἐνομοθέτησε, κελεύων καὶ τὴν φιλίαν τῶν τοιούτων ἀτιμάζειν, ὥστε τὴν σωτηρίαν τὴν ἑαυτῶν ἀσφαλεστέραν ποιεῖν. ∆ιὸ καὶ αὐτὸς πάλιν προϊὼν λέγει· Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Καὶ ὁ Ἱερεμίας δὲ μακαρίζει τὸν κατὰ μόνας καθεζόμενον, καὶ αἴροντα τὸν ζυγὸν ἐκ νεότητος. Καὶ αἱ Παροιμίαι πολὺν ὑπὲρ 55.60 τούτου ποιοῦνται λόγον, πᾶσι παραινοῦσαι καὶ λέγουσαι μὴ μόνον