ἀποσταλέντων, ἐν ᾧ τόπῳ ἡ παράταξίς ἐστι τῶν πολεμίων ἡ τὸν ἀρχηγὸν αὐτῶν ἔχουσα, ὀλίγους τινὰς μεθ' ἑαυτοῦ λαβὼν ὁ στρατηγὸς καὶ εἰς ὑψηλὴν σκοπιὰν ἀνερχόμενος σπευσάτω οἰκείοις ὀφθαλμοῖς τὴν τῶν πολεμίων παράταξιν θεάσασθαι. 14.9 Ταύτην δὲ θεασά μενος, ἐπεὶ καὶ τὸ πλῆθος τοῦ λαοῦ αὐτῶν διεσκορπίσθη πρὸς λείαν, στοχαζέσθω μετὰ τῶν σὺν αὐτῷ τὸ πλῆθος τῆς παρατάξεως τῶν πολεμίων καὶ τὴν τοῦ ἰδίου λαοῦ ἰσχύν· καὶ ἐὰν πλεῖόν ἐστι τὸ ἑαυτοῦ στράτευμα τῶν πολεμίων, ὁρμησάτω κατ' αὐτῶν, ὡς ἤδη ἀνωτέρω διετυπώσαμεν. Καὶ εἰ παράσχῃ αὐτῷ Θεὸς βοήθειαν καὶ δυνηθῇ τὴν παράταξιν αὐτῶν τραυματίσαι καὶ καταδιῶξαι, μέγα ἔργον καὶ μνήμης ἄξιον ἐπιτελέσει. 14.10 Εἰ δὲ πλῆθός ἐστι τοῦ λαοῦ ἐν τῇ τῶν ἐχθρῶν παρατάξει, δέον ἐστὶ σπουδάσαι τὸν στρατηγὸν ἔμπροσθεν γενέσθαι, ἐν οἷς χωρίοις οἱ πολέμιοι τὰς ἐκδρομὰς ἐποιήσαντο, ἐκ τῶν ὄπισθεν αὐτῶν γενόμενον· καὶ τούτων διεσκεδασμένων ἐπιτυγχάνων καὶ τῇ ἐλασίᾳ ἐκλελυμένων καὶ αὐτῶν καὶ τῶν ἵππων αὐτῶν, εὐχερῶς τούτους καταγωνίσεται δι' ὅλης τῆς ἡμέρας ἀναψηλαφῶν αὐτοὺς ἐν τοῖς χωρίοις· κἀκείνους μὲν λόγῳ ἀνδραπόδων καταστήσει καὶ ὡς βούλεται τοῖς κατ' αὐτῶν χρήσεται, τοὺς δὲ γεωργοὺς ἐλευθερώσει τῆς αἰχμαλωσίας καὶ εἴ τι ἂν ἔτυχον τῶν αὐτῶν λαβεῖν. 14.11 Εἰ δέ γε καὶ φούλκῳ συναντήσει τῷ εἰς φυλακὴν ἐπακολουθοῦντι τῶν ἐξελαυνόντων, παρασκευασθήτω πρὸς τὸν κατὰ τοῦ φούλκου πόλεμον, καθὼς ἔμπροσθεν ἐξεθέμεθα, καὶ Θεοῦ συνεργίᾳ τῆς κατ' αὐτῶν μάχης κρατήσει. 14.12 Εἰ δὲ τοῖς ἐν τῇ αὐτῇ νυκτὶ παραμεῖναι σταλεῖσι τοῖς πολεμίοις ἐναντία ἀπηντήκασι συναντήματα, διὰ τὸ μήπω προκαταλαβεῖν αὐτοὺς καὶ εἰς τοὺς τόπους γενέσθαι ἐν οἷς τὸ φοσσᾶτον βλέπειν ἠδύναντο καὶ τὰς φωνὰς αὐτῶν ἐνωτίζεσθαι, καὶ τὸ κοῦρσον αὐτῶν προεξῆλθεν, ὡς ἔφημεν, καί, διὰ τὸ τὴν περὶ τούτου ἀκριβῆ λαβεῖν αὐτοὺς τῆς ἀληθείας κατάληψιν, ἐκ τοῦ τοιούτου συναντήματος βραδῦναι καὶ χρονίσαι συνέβη τὴν πρὸς τὸν στρατηγὸν ἀποστελλομένην βεβαίαν ἀπαγγελίαν τοῦ πράγματος καὶ τὸ πρὸς τὸν στρατηγὸν ἀποστελλόμενον μανδᾶτον, εἰ μὲν πρὸς ὥραν ἐννάτην τῆς νυκτὸς καὶ ἐπέκεινα καταμηνυθῇ ὁ στρατηγὸς περὶ τούτου καὶ ὁρᾷ τὸ στενὸν τοῦ καιροῦ, ἐπεὶ καὶ τὸ κοῦρσον τῶν πολεμίων τῇ διελθούσῃ ἔτι τῆς ἡμέρας ἐπικρατούσης τὴν κίνησιν ἐποιήσατο καὶ δι' ὅλης τῆς νυκτὸς πόρρω που γενέσθαι ἔμελλε, καὶ οὐ δυνατὸν τούτους διεσκεδασμένους καταλαβεῖν, χρὴ αὐτὸν εἰς τὸν κατὰ τοῦ φοσσάτου εὐτρεπισθῆναι πόλεμον. 14.13 Καὶ εἰ μὲν δισημερεῦσαι βουληθῶσιν ἐν ᾧ αὐλίζονται τόπῳ, παρασκευασθῆναι αὐτὸν εἰς τὴν κατ' αὐτῶν μάχην, καθὼς ἀνωτέρω τὸν κατὰ τοῦ φοσσάτου πόλεμον γενέσθαι ἐξεθέμεθα. Ἀλλ' οὐκ ἂν δισημερεύσωσιν ἐν αὐτῷ τῷ χώρῳ, διὰ τὸ κατεπείγεσθαι ταῖς ἱππικαῖς αὐτῶν δυνάμεσι ταῖς εἰς λείαν ἐκδραμούσαις τάχιον ἑνωθῆναι· καὶ ὁδοιπορούντων αὐτῶν ἐπιτυγχάνων ὁ στρατηγός, προθύμως εἰς τὸν κατ' αὐτῶν ὁρμησάτω πόλεμον, καθὼς καὶ περὶ τοῦ ἐν τῇ ὁδοιπορίᾳ φοσσάτου διακεχωρισμένου τοῦ κούρσου προειρήκαμεν. Καὶ πάντα ἐπιμελῶς ποιοῦντος τοῦ στρατηγοῦ κατὰ τὴν προτέραν διάταξιν, τὴν τοῦ Θεοῦ ἔχων βοήθειαν καὶ τῆς ἁγίας καὶ παναχράντου μητρὸς αὐτοῦ καὶ Θεοτόκου, μεγάλην καὶ ἀξιόλογον δουλείαν ἐπιτελέσει. 15.τ Περὶ ἀσφαλείασ 15.1 ∆εῖ οὖν σε, στρατηγέ, πᾶσαν ἀσφάλειαν καὶ φυλακὴν ἔχειν τοῦ μὴ αἰφνιδιασμὸν ὑποστῆναι καὶ ἀδοκήτως τοὺς πολεμίους κατὰ σοῦ τὴν ἔφοδον ἐργάσασθαι. Ἕξεις δὲ τὴν φυλακὴν καὶ ἀσφάλειαν, εἴγε καθ' ἑκάστην ἡμέραν ἀποστέλλονται παρὰ σοῦ οἱ ὀφείλοντες παραμένειν τῷ τῶν πολεμίων φοσσάτῳ, ἐν ᾧ τόπῳ αὐλίζονται· ἐκείνων γὰρ διὰ σπουδῆς τιθεμένων καὶ πᾶσαν μηχανὴν καταβαλλομένων ἀδοκήτως σοι ἐντυχεῖν τοῦ καταγωνίσασθαι, εἰς βλάβην μὲν καὶ ἀπώλειαν τοῦ χριστωνύμου λαοῦ καὶ ἀδοξίαν τῶν κραταιοτάτων Ῥωμαίων, εἰς ἔπαρσιν δὲ καὶ γαυρίαμα τῶν ἀλαζόνων τῆς Ἄγαρ υἱῶν καὶ ἀρνητῶν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Συμβαίνει γὰρ κατασχεθῆναι