στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258 γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδωλόθυτον οὐκ ἔστιν εἰδωλόθυτον. 257,ξολ2 Οὐχ ἁπλῶς τοῦτο εἶπεν ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258,ξολ2 γαστρίζεσθαι ἀδιαφόρως ἐσθίειν τὰ ἱερόθυτα ἐν πίστει προσποιουμένους. 1 Kor 10,1-8 Τοὺς ἐκ τῆς παλαιᾶς τύπους καὶ τὰς ἐκεῖθεν σκιὰς προεικονιζούσας τὴν μέλλουσαν ἀλήθειαν εἰς μέσον ἄγει ὁ θεσπέσιος Παῦλος, ἵνα σωφρονίσῃ τοὺς Korινθίους ἐκ τῆς τῶν παλαιῶν παραθέσεως. εἰ γάρ φησιν· οἱ εἰς τὸν Μωϋσῆν βαπτισθέντες, ὃς ἦν τύπος τοῦ Χριστοῦ, ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ καὶ φαγόντες τὸ μάννα, τὸ πνευματικὸν βρῶμα, καὶ πιόντες ἐκ τῆς πέτρας τὸ πνευματικὸν πόμα κατεστρώθησαν ἐν τῇ ἐρήμῳ, εἰς μέθας καὶ πορνείας καὶ εἰδωλολατρείας τραπέντες, ὅτι τὸν τύπον καὶ τὴν σκιὰν ὕβρισαν, τί οὐκ ἂν πάθοιεν οἱ εἰς αὐτὴν τὴν ἀλήθειαν ἁμαρτάνοντες; 1 Kor 10,9Ἐπειδὴ ἔλεγον· ἐμοὶ εἴδωλον οὐκ ἔστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, τοῦτο, φησίν, ἐκπειράσαι ἐστίν. ὃ γὰρ μὴ προσέταξενἸησοῦς ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις. Τοῦτο φησι πρὸς τοὺς λέγοντας· ἐμοὶ οὐδὲν εἴδωλόν ἐστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, ὅπερ ἐστὶν ἐκπειράζειν. ἃ γὰρ μὴ προσέταξεν ὁ κύριος ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις. 1 Kor 10,11 Εἰς ὑμᾶς, φησί, κατήντησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, μεθ' ἣν οὐκέτι ἔσται οὐκ ἐντολὴ οὐ νόμος οὐ προφῆται· τέλη γὰρ λέγει οὐ τὴν ἐσχάτην γενεὰν καθ' ἣν συμπλήρωσις ἔσται τοῦ κόσμου, ἀλλὰ τὴν τελευταίαν πολιτείαν τὴν ἐν Χριστῷ ἐφ' ᾗ τῶν αἰώνων ἡ συμπλήρωσις ἀπαντήσει. 1 Kor 10,13 Οὐκ ηὔξατο μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ' οὕτως πειράζεσθαι ὡς φέρειν. Ἐκ τούτου δηλοῖ ὅτι ὑπέμεινάν τινας ἀηδίας ἐκ τῶν πολιτῶν οἱ ἐν αὐτοῖς πιστεύσαντες. εἶτα οὐκ ηὔξατο αὐτοὺς μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ' οὕτω πειρασθῆναι ὡς φέρειν. 259 1 Kor 10,14 Ὁρᾷς ὅτι πάντα τὰ προειρημένα αὐτῷ τούτου ἕνεκα κατεσκευάζετο. Ἦλθεν ἐφ' ᾧ κατεσκεύαζεν· πάντα γὰρ ὅσα προεῖπεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς τῆς εἰδωλολατρείας ἐλέγετο καὶ κατεσκευάζετο. 1 Kor 10, Μὴ πρὸς τὰ εἴδωλα αὐτῶν ἀποβλέπετε οὐδὲν ὄντα, ἀλλὰ πρὸς τὴν διάνοιαν καθ' ἣν θύουσι δαιμονίοις καὶ οὐ θεῷ· τὸ γὰρ γινόμενον ὥσπερ εἰς ἄρνησιν γίνεται τοῦ θεοῦ. 1 Kor 10,22 Ἐπειδὴ γέγραπται ὁ θεὸς λέγων διὰ Μωϋσέως αὐτοῖς· παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, οἱ δὲ Korίνθιοι εἰδωλόθυτα ἤσθιον, διὰ τοῦτό φησιν· ἢ παραζηλοῦμεν τὸν κύριον;-ἀντὶ τοῦ παροξύνομεν αὐτόν; -μὴ ἰσχυρότεροι αὐτοῦ ἔσμεν; ἔδειξε διὰ τούτου, ὅτι οὐ θέλει ὁ κύριος εἰδωλόθυτα ἡμᾶς ἐσθίειν. μὴ τοίνυν, φησί, θέλε ἃ μὴ θέλει ὁ κύριος, ὡς ἰσχυρότερος αὐτοῦ καὶ συνετώτερος. Ἢ εἰς ζῆλον αὐτὸν κινοῦμεν καὶ παροξύνομεν; εἴρηται γὰρ παρὰ Μωϋσεῖ· αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. ταῦτα δέ φησιν, ἐπειδὴ εἰδωλόθυτα οἱ Korίνθιοι ἤσθιον. 1 Kor 10,25 Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκριβολογουμένους μηκέτι τολμᾶν μήτε ὀψωνεῖν φόβῳ τοῦ μὴ ἀκοῦσαι «εἰδωλόθυτον ἠγόρασας», παραμυθεῖται τὸν φόβον. συνείδησιν δὲ λέγει οὐ τὴν τοῦ ἐγνωκότος ὅτι οὐδὲν εἴδωλον, ἀλλὰ τὴν τοῦ ἑωρακότος τὸν ἀγοράζοντα τὸ εἰδωλόθυτον καὶ νομίζοντος ὅτι ἔστι τι εἰδωλόθυτον. 1 Kor 10,26 Ἃ ἐσθίετε τοῦ κυρίου ἐστίν, ἐπεὶ καὶ ἡ γῆ καὶ πάντα ὅσων πεπλήρωται. 260 1 Kor 10,31 Πάντα πεφυλαγμένως ποιεῖτε, ἵνα δοξάζωσι δι' ὑμᾶς τὸν θεὸν καὶ μὴ σκανδαλίζωνται. 1 Kor 10,32 Μὴ αἴτιοι προσκόμματος γίνεσθε Ἰουδαίοις καὶ Ἕλλησιν ἐν τῷ μὴ προφάσει τῆς κακῆς ὑμῶν ἀναστροφῆς φεύγειν αὐτοὺς τὴν πίστιν, τῇ δὲ ἐκκλησίᾳ τοῦ θεοῦ ἐν τῷ τοὺς ὀλιγοπίστους μὴ σκανδαλίζεσθαι. 1 Kor 11,2 Ἐπαινεῖ νῦν καίπερ διεσφαλμένους, ἵνα κἂν τοῦ λοιποῦ πεισθῶσιν οἷς λέγει. 1 Kor 11,3 Προτρεπόμενος μᾶλλον ἢ ἀποδεχόμενος λέγει, ἵνα ἑξῆς τὴν παραίνεσιν βεβαιώσῃ ἐν αὐτοῖς· θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ