παρ' αὐτοῖς δεσμώτας τῶν ἡμετέρων ἢ καὶ αὐτομόλους γενέσθαι καὶ παρ' αὐτῶν μαθεῖν ἐν ποίῳ τόπῳ αὐλίζῃ. 15.2 Ἵν' οὖν μὴ νυκτὸς τὰς ἱππικὰς δυνάμεις αὐτῶν ἀνελόμενοι ἐξελάσωσι καταλαβεῖν σε καὶ ἀδοκήτως ἐπιπέσωσι, διὰ ταῦτα δέον τοὺς παραμένοντας, ἡνίκα τῆς ταραχῆς τοῦ λαοῦ τῶν πολεμίων αἴσθονται πρὸς κίνησιν, εὐθέως τάχει πολλῷ καταμηνῦσαι ὅτι τε ὁ λαὸς διεταράχθη πρὸς κίνημα, πάλιν δὲ ἀποκινούντων δι' οἵας ἂν ὁδοῦ τὴν πορείαν ποιῶνται, καὶ αὖθις καταμηνύειν ὅτι τε πλῆθος λαοῦ ἀπεκίνησαν καὶ τήνδε ὁδὸν πορεύονται, εἴτε ἅπαντες σὺν τῷ πεζικῷ, εἴτε οἱ ἱππεῖς μόνοι. 15.3 Ὁ δὲ στρατηγὸς μὴ θαρρείτω μόνον εἰς τὰ ἐρχόμενα πρὸς αὐτὸν μανδᾶτα τῶν παραμενόντων τοῖς πολεμίοις, ἀλλὰ καὶ βίγλας ἐχέτω διπλᾶς, ἐξώβιγλα καὶ ἐσώβιγλα, ἔστιν ὅτε καὶ τριπλᾶς· καὶ ἐν νυκτὶ μὲν τὰς ὁδοὺς φυλάττειν καὶ ἐν οἷς τόποις διάβασις ὑφορᾶται πολεμίων· ἐν ἡμέρᾳ δὲ μὴ μόνον τὰς ὁδοὺς φυλάττειν τοὺς βιγλάτορας, ἀλλὰ καὶ εἰς τόπους ἀνέρχεσθαι ὑψηλοτάτους πρὸς τὸ δύνασθαι αὐτοὺς εὐχερῶς ὁρᾶν μὴ μόνον καπνοὺς καὶ κονιορτούς, ἀλλὰ καὶ λαοὺς τῶν πολεμίων, εἴπερ ἔρχονται. Πλείονας δὲ εἶναι τὰς βίγλας ἔφημεν, διὰ τό, εἴ ποτε συμβῇ τὴν πρώτην ὑπὸ τῶν πολεμίων ἁλῶναι, ἡ μετ' ἐκείνην τοὺς πολεμίους θεωροῦσα τῷ στρατηγῷ τὴν τῶν ἐχθρῶν καταμηνύει ἔλευσιν. 15.4 Καὶ δὶς δὲ ἐν νυκτὶ μεταπληκεύειν δεῖ τὸν στρατηγὸν καὶ ἐν ἡμέρᾳ ὡσαύτως. Καὶ μεταπληκεύων μὲν τοὺς βιγλάτορας μετ' αὐτοῦ λαμβανέτω, καταλιμπανέτω δὲ ἐν ᾧ τόπῳ ηὐλίζετο ἓξ ἄνδρας ἢ ὀκτώ, τοὺς ὑποδοχαρίους καλουμένους, μετὰ καί τινος ἄρχοντος τῶν χρησίμων, ἵνα οἱ πεμπόμενοι παρὰ τῶν παραμενόντων τοῖς ἐχθροῖς μανδᾶτα φέροντες προσερχόμενοι, δι' αὐτῶν τῷ στρατηγῷ ἀποκομίζωνται. Ἐν ᾧ δὲ πάλιν τόπῳ ὁ στρατηγὸς ἀπληκεύσει, τὰ ἐξώβιγλα ἀποστελλέτω. Ἔστωσαν δὲ ἀνὰ τέσσαρες ἄνδρες ἐν ἑκάστῳ στασιδίῳ, ἵνα τῶν δύο καθευδόντων νυκτὸς οἱ δύο γρηγορῶσιν. 16.τ Περὶ διαχωρισμοῦ τοῦ τούλδου 16.1 ∆εῖ οὖν σε, στρατηγέ, καὶ τοῦτο παραφυλάττειν καί, ἡνίκα πλησιάσαι μέλλεις τοῖς πολεμίοις, τὸ τοῦλδον ἀπὸ σοῦ διαχωρίζειν καὶ ἀποστέλλειν μήκοθεν ἐν ὀχυρῷ τόπῳ ἢ ἐν κάστρῳ, ἄνδρα τινὰ τῶν χρησίμων καὶ ἐμπείρων ἐφιστῶν προνοεῖσθαι αὐτοῦ, καὶ ἱππεῖς μαχίμων ἀνδρῶν ὀλίγους τινὰς παρέχειν τῷ ἄρχοντι τοῦ τούλδου, ὅπως δι' αὐτῶν αἱ βίγλαι κρατῶνται εἰς φυλακὴν τοῦ τούλδου. Ἡνίκα δὲ πάλιν ἐν χρείᾳ τούτου γένῃ, καταμηνύειν τῷ ἐμπεπιστευμένῳ τὴν πρόνοιαν αὐτοῦ ἄρχοντι ἐλθεῖν ἐν ᾧ τόπῳ διωρίσθη τοῦ ἑνωθῆναί σοι. Τοῦ μέντοι τούλδου ἀπὸ σοῦ διαχωρι ζομένου, ἀναλαμβάνειν σε δεῖ ἐπισιτισμὸν τοῦ λαοῦ καὶ ταγὰς τῶν ἵππων δύο ἡμερῶν ἢ τριῶν βασταζομένας εἰς ταχεῖς ἡμιόνους ἢ καὶ ἵππους ἐν τοῖς σαγμοσελλίοις. 16.2 Ἡνίκα δὲ μέλλεις κούρσῳ τῶν πολεμίων ἀκολουθῆσαι νυκτός, ἅπαν τὸ μάχιμον στράτευμα τεθωρακισμένον ἔστω, ἑκάστου τὸ ἐπιτήδειον πρὸς τὸ πολεμεῖν ὅπλον ἐν χερσὶν ἔχοντος. Ἀλλὰ καὶ τὸ λεγόμενον σάκα ὄπισθεν ἔχε ἐπακολουθοῦν σοι. Καὶ εἰ μὲν διὰ δυσβάτων τόπων ἡ πορεία τῶν πολεμίων γένηται, δέον ἰδίως ἓν ἕκαστον θέμα, ἢ καὶ τάγμα εἰ πάρεισιν, ὁδοιπορεῖν· ὁ μὲν στρατηγὸς ἔμπροσθεν, ἑπόμενος τῷ τουρμάρχῃ τῷ ἀκολουθοῦντι τοῖς πολεμίοις κατὰ πολὺ πόρρω, εἴθ' οὕτως καὶ τὰ λοιπὰ εἴτε θέματα εἶεν εἴτε τάγματα, καθὲν τῷ ἑτέρῳ ἐφεπόμενον, διὰ τὸ καὶ καλῶς ὁδοιπορεῖν ἐν νυκτὶ καὶ ἄνευ κραυγῆς καὶ θορύβων. 16.3 Τῷ δὲ τουρμάρχῃ τῷ ἐπακολουθοῦντι τῷ κούρσῳ παραγγεῖλαι καὶ ἐξασφαλίσασθαι ἀκρίβειαν ἔχειν ὑπερβάλλουσαν καὶ ἐγρήγορσιν, μή ποτε οἱ πολέμιοι αἰσθόμενοι ἐπακολουθεῖσθαι αὐτοὺς παρὰ σοῦ, διαχωρίσωσι μὲν τοὺς ἐκλεκτοὺς αὐτῶν μαχίμους τοὺς πλείονας τοῦ ὑπ' αὐτὸν λαοῦ καὶ ἀποκρύψωσιν εἰς λόχους καὶ ἀδοκήτως κατὰ σοῦ ἐπίθωνται, ἐπειδὴ τοιαύτην ἐνέδραν παρὰ τῶν Ταρσιτῶν ἐν τοῖς ἄνω χρόνοις γενομένην εἴδομεν· τοῦ γὰρ στρατηγοῦ τότε θεωμένου κονιορτοὺς τῶν εἰς λείαν ἐξελαυνόντωνοὐκ ἐν ἀληθείᾳ, ἀλλ' ἐν σχήματι κούρσουὀλίγων καὶ τούτων εὐτελεστέρων, καὶ κατ' αὐτῶν ἐπελθεῖν ἐπειγομένου, καὶ τοῦ τουρμάρχου