18
ἀκολουθῇ ὀπίσω μου· καὶ ἕτερα πλείονα, ἅπερ τῇ ∆ιαθήκῃ ἐγγέγραπται. Μάθωμεν δὲ καὶ τὸν χρόνον, καθ' ὃν μέλλομεν ταῦτα ἀπολαμβάνειν. Οὐ γὰρ ὁ παρών ἐστιν, ἀλλ' ὁ μέλλων· μᾶλλον δὲ καὶ ὁ παρὼν καὶ ὁ μέλλων. Ζητεῖτε γὰρ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· τὸ δὲ ὁλόκληρον τότε. Ἐπειδὴ γὰρ ὁ παρὼν βίος ἐπίκηρος, καὶ ἀτελέστερον ἔτι διακείμεθα, ὅπερ ποιοῦσιν οἱ ἔξωθεν νομοθέται, καὶ τελείοις γενομένοις ἐγχειρίζουσι τὴν πατρῴαν οὐσίαν, τοῦτο καὶ ὁ Θεὸς ἐργάζεται. Ἐπειδὰν εἰς ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας καταντήσωμεν, καὶ πρὸς τὸν ἀκήρατον μεταστῶμεν βίον, τότε ἡμῖν ἐγχειρίζει τὸν κλῆρον ἐκεῖνον. Τέως δὲ διέθετο, καὶ τὰ γράμματα ἡμῖν κατέλιπε, καὶ τίνα πράττοντες ἐπιτευξόμεθα τῆς κληρονομίας εἶπεν, ὥστε μὴ ἐκπεσεῖν, μηδὲ ἀποκληρονόμους γενέσθαι. Εἰ δέ τινα θορυβεῖ τὸ μηδέπω τελείους ἡμᾶς εἶναι, καὶ ὑποπτεύει τὰ εἰρημένα, ἀκουέτωσαν Παύλου λέγοντος· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου· περὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος αἰῶνος διαλεγομένου. Καὶ πάλιν· Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας. Ἐν μὲν γὰρ τῷ παρόντι βίῳ, φησὶ, καθάπερ παρὰ τροφῷ τινι, τῇ κτίσει ταύτῃ ἀνατρεφόμεθα· ἐπειδὰν δὲ μέλλωμεν εἰς τὴν δεσποτικὴν ἄγεσθαι οἰκίαν, τὰ ἱμάτια ἀπαμφιεννύμενοι τῆς φθορᾶς, καὶ ἀφθαρσίαν ἀναλαμβάνοντες, πρὸς ἑτέραν μεθιστάμεθα λῆξιν. Αὕτη ἡ διαθήκη καὶ ἀποκλήρους πολλοὺς ἠπείλησε ποιεῖν, ἐὰν ἀνάξιοι γένωνται τῶν αἱρέσεων τῶν ἐγγεγραμμένων. Ἀλλ' ἴδωμεν τίς ἐστιν ὁ κλῆρος λοιπόν. Ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Πῶς τοίνυν ἐμέλλομεν τὴν χρῆσιν τούτων λαμβάνειν ἐν τῷ παρόντι βίῳ, ὧν καὶ ἡ γνῶσις ὑπερβαίνει τὴν διάνοιαν τὴν ἡμετέραν; ∆ιὰ τοῦτο ἡμῖν ἐκεῖ τεταμίευται. Καὶ ὅρα τὴν κηδεμονίαν τὴν πολλήν. Τοὺς μὲν πόνους τῇ παρούσῃ συνεκλήρωσε ζωῇ, ὥστε τῇ βραχύτητι τοῦ χρόνου συγκαταλυ 55.62 θῆναι τὸ ἐπίμοχθον· τὰ δὲ ἀγαθὰ ἐν τῷ μέλλοντι ἐταμιεύσατο αἰῶνι, ὥστε τῷ ἀγήρῳ συμπαρεκτείνεσθαι τὰς ἀμοιβάς. Ἐκείνην τὴν λῆξιν καὶ βασιλείαν καλεῖ. Εἰ γὰρ καὶ ὑπερβαίνει λόγον, ἀλλ' ὅμως κατὰ τὸ ἐγχωροῦν ἡμῖν ἀκοῦσαι, παρῃνίξατο τὰ μέλλοντα, νῦν μὲν, ὅπερ ἔφθην εἰπὼν, βασιλείαν καλῶν, νῦν δὲ γάμον, νῦν ἀρχὴν, ἀπὸ τῶν φαιδρῶν τῶν παρ' ἡμῖν ὀνομάτων παρανοίγων ἡμῖν τὴν περὶ ἐκείνων ἔννοιαν, τὴν αἰώνιον δόξαν, τὴν ἀκήρατον μακαριότητα, τὴν μετὰ Χριστοῦ διαγωγὴν, ἧς οὐδὲν ἂν γένοιτο ἴσον. Τίνες δὲ καὶ αἱ αἱρέσεις τῆς Ἐκκλησίας, μᾶλλον δὲ τῆς κληρονομίας; Οὐδὲν φορτικὸν ἔχουσαι. Ἃ θέλετε ἵνα, φησὶ, ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Ὁρᾷς πῶς οὐδὲν ξένον ἐπεισήγαγεν, ἀλλ' ἃ προλαβοῦσα ἡ φύσις ἐνομοθέτησεν; Ἅπερ αὐτὸς, φησὶ, γενέσθαι θέλεις παρὰ τῶν πλησίον εἰς σὲ, ταῦτα καὶ αὐτὸς ἔργασαι. Θέλεις ἐπαινεῖσθαι; Ἐπαίνει. Θέλεις μὴ ἁρπάζεσθαι; Μὴ ἅρπαζε. Θέλεις τιμᾶσθαι; Τίμα. Θέλεις ἐλεεῖσθαι; Ἐλέει. Θέλεις φιλεῖσθαι; Φίλει. Θέλεις μὴ ἀκούειν κακῶς; Μηδὲ σὺ εἴπῃς. Καὶ ὅρα τὴν ἀκρίβειαν. Οὐκ εἶπεν, Ὅσα οὐ θέλετε ἵνα ποιῶσι, μηδὲ ὑμεῖς ποιεῖτε, ἀλλ', Ἃ θέλετε. Ἐπειδὴ γὰρ δύο εἰσὶν ὁδοὶ πρὸς ἀρετὴν ἄγουσαι, μία μὲν ἡ ἀπαλλαγὴ τῆς κακίας, ἑτέρα δὲ ἡ ἐργασία τῶν ἀρετῶν, ταύτην προτίθησι, διὰ ταύτης κἀκείνην δήλην ποιῶν· καὶ τὴν μὲν ᾐνίξατο τῷ λέγειν, Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς· τὴν δὲ σαφῶς ἐδήλωσεν εἰπὼν, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. βʹ. Ἔστι καὶ ἄλλη αἵρεσις. Ποία δὲ αὕτη; Τὸ ἀγαπᾷν τὸν πλησίον, ὡς ἑαυτόν. Τί τούτου γένοιτ' ἂν εὐκολώτερον; Τὸ γὰρ μισεῖν ἐπαχθὲς καὶ θορύβους ἐμποιοῦν· τὸ δὲ φιλεῖν εὔκολον καὶ ῥᾴδιον. Καὶ γὰρ εἰ μὲν εἶπεν, Ἄνθρωποι ὄντες φιλεῖτε θηρία,