ἐπακολουθοῦντος τῷ κούρσῳ καταμελήσαντος καὶ μὴ τοὺς λόχους καλῶς ἐρευνήσαντος, ἀδοκήτως τῷ ἐγκρύμματι περιπέπτωκε. Καὶ ἵνα μὴ τοιοῦτον γένηται, δεῖ σε, ὦ στρατηγέ, πολλὴν τὴν ἀσφάλειαν ποιεῖσθαι καὶ ἐρευνᾶν τοὺς κοίλους τῶν τόπων καὶ ἀποκρύφους διὰ καβαλλαρίων ἵππους ἐχόντων ταχεῖς καὶ ἀκριβῆ εἴδησιν τῶν τόπων. 16.4 Καὶ περὶ τὸ διάφαυμα διχῆ διελεῖν τὸ στράτευμα, εἴγε εἰς πλῆθός ἐστι καὶ εἰς τρεῖς ἀριθμεῖται χιλιάδας, καὶ τοὺς μὲν παριππαράτους καὶ τὰς ταγὰς τῶν ἵππων ἐπιφερομένους μήκοθεν ἀποστέλλειν ἐν ὀχυρῷ τόπῳ, τὰς δὲ παρατάξεις οὕτως δεῖ παρασκευάσαι διὰ τὰς τῶν πολεμίων ἀδοκήτους ἐνέδρας. Καὶ ἡ μὲν πρώτη ἐχέτω ἀρχηγὸν τῶν ἀξιολογωτέρων στρατηγῶν καὶ τὸ τρίτον μέρος τοῦ ὑπὸ σὲ λαοῦ, καὶ ὄπισθεν μὲν τοῦ τουρμάρχου ὁδοιπορείτω, σὺ δὲ μετὰ τῆς μεγάλης παρα τάξεως ἐπακολούθει τῇ πρώτῃ ἔχων καὶ τὸ σάκα ὄπισθέν σου μετ' ὀλίγων ἱππέων ἐπακολουθοῦν, ἵνα, εἰ συμβῇ κατὰ σοῦ ἐνεδρεῦσαι τοὺς πολεμίους καὶ τοὺς πλείονας αὐτῶν μαχίμους ἄνδρας εἰς λόχους καταστῆσαι καὶ ἐπελθεῖν τῷ αὐτοῖς ἐπακολουθοῦντι τουρμάρχῃ, δέξηται τοῦτον ἐπιβοηθοῦσα ἡ πρώτη καὶ ἔμπροσθέν σου περιπατοῦσα παράταξις· εἶτα, πολέμου μετ' αὐτῆς συρραγέντος καὶ τῶν πολεμίων διασκορπιζομένων ἐν τῇ μάχῃ καὶ τὴν τάξιν λυόντων, εὑρὼν αὐτοὺς διεσκεδασμένους ὑπερισχύσεις αὐτῶν. 16.5 Τῶν δὲ πολεμίων πρὸς τὴν τοιαύτην ἐνέδραν μὴ παρασκευασθέντων, ἀλλὰ πρὸς τὸ ἐκδραμεῖν καὶ τὰς χώρας ληΐσασθαι κατεπειγομένων, χρὴ πρὸ τοῦ διαυγάσαι τὰς τάξεις τοῦ ὑπὸ σὲ στρατεύματος εἰς ἐπιτηδείους τόπους ἀποκρύψαι, πρὸς τὸ μὴ τοῖς πολεμίοις φωραθῆναι, καὶ ἐν τοῖς τοιούτοις ἐγκρύμμασι καρτερῆσαι ἄχρι τρίτης ὥρας ἢ καὶ τετάρτης τῆς ἡμέρας, ἕως ἂν οἱ πολέμιοι πρὸς λείαν ἐξελάσωσι· καὶ τούτων πόρρω γινομένων τῆς τοῦ ἀμηρᾶ παρατάξεως, μετ' ὀλίγων ἀνδρῶν καταλιμπανομένης καὶ μὴ πλῆθος ἐχούσης λαοῦ, κατ' αὐτῆς ἐπελθεῖν. 16.6 Καὶ τρεῖς μὲν ἔμπροσθεν παρατάξεις ἀποστεῖλαι ἰσομετώπους προσβαλεῖν πόλεμον· σὲ δὲ μεθ' ἑτέρων τριῶν ἢ καὶ τεσσάρων παρατάξεων ταῖς πρώταις ἑπόμενον πλησίον ἐπακολουθεῖν· καὶ ἡνίκα αἱ πρῶται παρατάξεις τῆς ἐκ χειρῶν μάχης ἄρξονται, καθὼς ὁρᾷς τοὺς οἰκείους ἀγωνιζομένους, οὕτω καὶ βοήθειαν παρέχειν. 16.7 Καὶ πρῶτον μὲν τὰς ἔνθεν κἀκεῖθέν σου συνεπομένας παρατάξεις προαποστεῖλαι τοῖς πολεμίοις συναφθῆναι καὶ ἐκ τῶν ἄκρων, εἰ δυνατόν, καὶ ἐκ πλαγίου προσβάλλειν καὶ ἐκ χειρὸς μάχεσθαι· εἶτα καὶ σὲ αὐτόν, εἰ χρή, συμβαλεῖν, εἴπερ ἄρα μὴ ἐπικρατέστερος ὁ ὑπὸ σὲ λαὸς γέγονεν. Ἀλλὰ μετ' ὀλίγου λαοῦ, ὡς ἔφημεν, τῆς παρατάξεως τοῦ ἀμηρᾶ καταλιμπανομένης, οὐ δυνήσεται ἀντισχεῖν περὶ τὰς τρεῖς χιλιάδας τὸ ὑπὸ σὲ ἀριθμούμενον στράτευμα. 16.8 Ἀλλὰ ταῦτα μέν, ὡς ἡ πεῖρα διδάσκει, ἐκτίθεμεν· σὲ δὲ πρὸς τὴν κατεπείγουσαν τοῦ καιροῦ χρείαν τε καὶ περίστασιν διατεθῆναι δεῖ. Οὐ γὰρ ἡ παράδοσις δίδωσιν, ἀλλ' ὡς ἡ τοῦ Θεοῦ ἐνισχύσει βοήθεια, ἡ τοῦ πολέμου ἔκβασις ἐπακολουθεῖ. Εἰ δὲ μετὰ μόνου τοῦ ἰδίου θέματος ὑπάρχεις, ὦ στρατηγέ, καὶ ὀλίγον ἐστὶ τὸ ὑπὸ σὲ στράτευμα, καὶ ὡσαύτως δεῖ σε μετ' ἀσφαλείας πόρρω τὴν τοῦ κούρσου τῶν πολεμίων ἀκολούθησιν ποιεῖσθαι, πρὸς τὸ μὴ παρ' αὐτῶν ἐπιγνωσθῆναι, καὶ κατὰ μόνων τῶν εἰς τὰ χωρία ἐξελαυνόντων καὶ διασκορπιζομένων τὴν ἐπίθεσιν ποιεῖσθαι, καθὼς ἀνωτέρω δεδήλωται. 17.τ Περὶ τῶν μετὰ πολλῆς δυνάμεως ἐπιτρεχόντων πολεμίων τὰς χώρας ἡμῶν καὶ τῆς μετὰ ἐγκρυμμάτων παρασκευῆσ 17.1 Εἰ δέ γε τὸ τῶν πολεμίων ἅπαν ἱππέων τε καὶ πεζῶν ἄθροισμα μετὰ μεγάλης καὶ βαρείας δυνάμεως τὰς ἡμῶν χώρας ἐξελθὸν ἐπιτρέχει τε καὶ ληΐζεται καὶ ἐμβαθῦναί τε καὶ διερευνήσασθαι ταύτας διαμελετᾷ, εἰ τύχῃ δὲ καὶ τὸ ῥωμαϊκὸν κατὰ τὸν αὐτὸν καιρὸν στράτευμα ἐπισυνηγμένον εἶναι, καὶ τὴν τούτων παρουσίαν ἀκουτισθῶσιν οἱ πολέμιοι, ἀσφάλειαν μὲν πολλὴν τοῦ ἰδίου λαοῦ ποιοῦνται, μὴ ἐῶντές τινας φυλακῆς ἄνευ ἐν τοῖς χωρίοις διασκορπίζεσθαι, ἐνέδρας δὲ μᾶλλον κατὰ τοῦ ἡμετέρου λαοῦ ἐξεργάζεσθαι μηχανῶνται, καὶ καταλαβεῖν