19
δύσκολον ἦν τὸ ἐπίταγμα· εἰ δὲ ἀνθρώπους ὄντας ἀνθρώπους φιλεῖν ἐκέλευσεν, ἔνθα καὶ τὸ ὁμοιούσιον καὶ συγγενὲς πολλὴν εἰσφέρει ῥοπὴν, καὶ παρὰ τῆς φύσεως ἡ παραίνεσις, ποίαν ἂν ἔχοι δυσκολίαν; Ὅπερ καὶ ἐπὶ λεόντων καὶ λύκων γίνεται· καὶ γὰρ καὶ ἐκεῖ τὸ συγγενὲς τῆς φύσεως ἀγωγὸν εἰς φιλίαν ἐστί. Ποίαν οὖν σχοίημεν ἀπολογίαν, λέοντας μὲν ἡμεροῦντες καὶ ἑαυτοῖς συνοικίζοντες, τὸ δὲ ὁμογενὲς μὴ ἐπισπώμενοι; Οὐχ ὁρᾶτε, ὅτι πολλοὶ διὰ κληρονομίαν γέροντας περιίασιν ἀγρεύοντες, καὶ πάντων τῶν τοῦ γήρως ἀνέχονται κακῶν, νέοι ὄντες καὶ σφριγῶντες, ποδαλγίας καὶ τῶν ἄλλων τῶν ἐν τῷ γήρᾳ νοσημάτων, καὶ κορύζης, διὰ τοῦ προσεδρεύειν διηνεκῶς; Καίτοι χρήματά ἐστιν ἐκεῖ, καὶ ἄδηλος ἐλπίς· ἐνταῦθα δὲ οὐρανὸς, καὶ πρὸ τοῦ οὐρανοῦ τὸ εὐαρεστῆσαι Θεῷ. Τίς δὲ ἡ κληρονομοῦσα; Ὑπὲρ τῆς κληρονομούσης γάρ φησιν ἡ προγραφή. Ἡ Ἐκκλησία, καὶ τὸ πλήρωμα αὐτῆς· περὶ ἧς λέγει ὁ Παῦλος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ ὁ Ἰωάννης· Ὁ ἔχων τὴν νύμφην,νυμφίος ἐστίν. Ἀλλ' ὁ μὲν νυμφίος μετὰ τὰς πρώτας ἡμέρας καταλύει τὸ σφοδρὸν τοῦ ἔρωτος· ὁ δὲ ἡμέτερος νυμφίος μένει διηνεκῶς ἡμᾶς ἀγαπῶν, καὶ ἐπιτείνων τὸν πόθον· ὅπερ δηλῶν ὁ Ἰωάννης νυμφίον καλεῖ, ὅτε ἀκμάζοντες οἱ πόθοι. Οὐ διὰ τοῦτο δὲ μό 55.63 νον νύμφην ἐκάλεσεν, ἀλλ' ὅτι καὶ πάντας ἓν σῶμα εἶναι βούλεται καὶ μίαν ψυχὴν, κατὰ τὸν τῆς ἀρετῆς καὶ τὸν τῆς ἀγάπης λόγον· καὶ ὅτι καθάπερ ἡ νύμφη πάντα ποιεῖ πρὸς ἀρέσκειαν τοῦ ἀνδρὸς, οὕτω καὶ ἡμᾶς διὰ παντὸς τοῦ βίου τοιούτους εἶναι χρή. Οἵα ἡ νύμφη κατὰ τὴν ἡμέραν ἐκείνην ἐπὶ τῶν παστάδων καθέζεται, ἓν μεριμνῶσα μόνον ὅπως ἀρέσῃ τῷ νυμφίῳ· οὕτω δὴ καὶ ἡμεῖς ἐπὶ τοῦ βίου τούτου προκαθήμενοι ἓν σκοπῶμεν, τοῦ νυμφίου τὴν ἀρέσκειαν, καὶ τὴν τῆς νύμφης εὐταξίαν διατηρῶμεν. Ταύτης τῆς νύμφης καὶ ὁ ∆αυῒδ μέμνηται λέγων· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη ἐν κροσσωτοῖς χρυσοῖς. Θέλεις αὐτῆς καὶ τὰ ὑποδήματα ἰδεῖν; Ἄκουσον Παύλου τοῦ νυμφαγωγοῦ λέγοντος· Ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Θέλεις αὐτῆς ἰδεῖν καὶ τὴν ζώνην, καὶ ὡς ὑπὸ ἀληθείας σύγκειται; Ὁ αὐτός σε διδάξει. Περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Θέλεις ἰδεῖν αὐτῆς καὶ τὸ κάλλος; Καὶ τοῦτο μαθήσῃ παρ' αὐτοῦ. Μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα. Ἄκουε καὶ ὁ Ἐκκλησιαστὴς τί περὶ ταύτης λέγει· Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Θέλεις ἰδεῖν καὶ τοὺς πόδας; Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὴν εἰρήνην, καὶ εὐαγγελιζομένων τὰ ἀγαθά. Καὶ τὸ δὴ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, ὅτι καὶ κοσμήσας τοῦτον τὸν τρόπον αὐτὴν, οὐκ ἦλθε τὴν δόξαν αὐτοῦ ἐπιδεικνύμενος, ἵνα μὴ τῇ ὑπερβολῇ τοῦ κάλλους ἐκπλήξῃ αὐτὴν, καὶ παράφρονα ἐργάσηται, ἀλλ' ἔρχεται ἱμάτιον περιβεβλημένος, οἷον ἡ νύμφη· μετέχεται γὰρ αἵματος καὶ σαρκὸς παραπλησίως αὐτῇ· καὶ οὐκ αὐτὴν ἄνω καλεῖ, ἀλλ' αὐτὸς πρὸς αὐτὴν παραγίνεται· τηρῶν κἀνταῦθα τοῦ νυμφίου τὸν νόμον τὸν πρὸς τὴν νύμφην αὐτὸν ἄγοντα. Ὅπερ καὶ Μωϋσῆς ἔλεγεν· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Καὶ ὁ Παῦλος· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Ἐλθὼν τοίνυν εἰς τὸ καταγώγιον αὐτῆς, καὶ εὑρὼν ῥυπῶσαν, αὐχμῶσαν, γυμνὴν, πεφυρμένην αἵματι, ἔλουσεν, ἤλειψεν, ἔθρεψεν, ἐνέδυσεν ἱμάτιον, οἷον εὑρεθῆναι ἕτερον οὐκ ἔνι. Αὐτὸς αὐτῇ γενόμενος περιβολὴ, καὶ λαβὼν αὐτὴν, οὕτως ἀνάγει. Ταύτῃ ἡ κληρονομία ἡτοίμασται. Τί οὖν ὑπὲρ αὐτῆς φησιν ὁ Προφήτης; Πολλά· συνήγορος γάρ ἐστιν αὐτῆς, καὶ τὰ πλείονα τῶν αὐτῇ συμβησομένων προεῖπε καὶ προανεφώνησεν· οἷον περὶ τοῦ νυμφίου, περὶ τῆς νυμφαγωγίας, περὶ τῶν ἀγαθῶν τῶν διαδεξομένων αὐτήν. ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα