αὐτοὺς ἀδοκήτως σπεύδουσι διῶξαί τε καὶ καταγωνίσασθαι, ὀφείλεις καὶ αὐτὸς πᾶσαν ἀσφάλειαν ἐπιδείκνυσθαι τοῦ μὴ ἀδοκήτως εὑρεθῆναι παρ' αὐτῶν, ἀντιμηχανήσασθαι δὲ μᾶλλον πρὸς τὸ αὐτοὺς τροπώσασθαι καὶ γενναῖόν τι καὶ ἀξιόλογον ἐργάσασθαι. Καὶ αὐτῶν τραυματιζομένων παρὰ σοῦ, οὐδαμῶς χρονίσουσι τὰς ἡμετέρας χώρας ληϊζόμενοι. 17.2 Χρεὼν οὖν ἐστί σοι διασκοπῆσαι χωρία ἐπιτήδεια ἐν οἷς οἱ ἐκτρέχοντες τῶν πολεμίων εἰσέρχονται τροφῶν καὶ λαφύρων ἀναψηλαφήσεως ἕνεκα, καὶ λόχον ἐν αὐτοῖς ἱππικὸν καταστῆσαι τὸν κατ' αὐτῶν ἐπιθέσθαι μέλλοντα. Ἔστωσαν δὲ οἱ ἱππεῖς οἱ εἰς τὸν λόχον ἀποστελλόμενοι τῶν διακοσίων ἐπέκεινα, ἀρχηγὸν ἔχοντες ἀνδρεῖον καὶ πάνυ εἰς τὰς τοιαύτας ἐνέδρας ἐμπειρότατον. Ὁ δὲ τοῦ ὅλου στρατεύματος ἀρχηγός, ἓξ ἢ πέντε χιλιάδας ἱππέων ἔχων πολεμιστὰς καὶ τὴν τοῦ Θεοῦ βοήθειαν, οὐ πλειόνων ἐν χρείᾳ γενήσεται. 17.3 Ταύτας τοίνυν διχῆ διελών, τοὺς μὲν δισχιλίους ἔμπροσθεν εἰς ἐπιτήδειον λόχον καταστησάτω, ἐν ᾧ καὶ σκοπιά ἐστιν ὑψηλὴ ἀπόβλεψιν ἔχουσα, τοῦ μήκοθεν τοὺς διωκομένους τοῦ λαοῦ αὐτοῦ καὶ διώκοντας ὁρᾶν. Ὄπισθεν δὲ τῶν δισχιλίων τοὺς τρισχιλίους καὶ πεζὸν στράτευμα σὺν αὐτοῖς ἐν ἀποκρύφῳ τόπῳ εἰς ἐνέδραν καταστῆσαι, δηλαδὴ τοῦ τόπου ὀχυρότητα ἔχοντος. 17.4 Εἰ τύχῃ δὲ καὶ κάστρον πλησίον, ἕξει κἀκεῖνο εἰς βοήθειαν· μὴ σκοπείτω δὲ ὁ στρατηγός, μηδὲ κατὰ νοῦν τοῦτο ἐχέτω, ἐὰν πλήθη πολεμίων ἐπιτεθῶσιν αὐτῷ καὶ σφοδρὸς γένηται πόλεμος, ἔνδοθεν τοῦ κάστρου γενέσθαι πρὸς τὸ τὸν ἴδιον περισῶσαι λαόν· τοῦτο γὰρ οὐ μόνον ἀδοξίαν καὶ καταφρόνησιν, ἀλλὰ καὶ βλάβην ἐπάγει καὶ τῆς χώρας ἀφανισμὸν καὶ πανωλεθρίαν. Ἀλλ' ἔξωθεν ἐν τοῖς ὀχυρώμασι τοῖς πλησίον τοῦ κάστρου μετὰ τοῦ πεζικοῦ στρατεύματος ἰσχυρῶς ἀντιμαχέσθω, ἀνάγκῃ περιπεσών, ἅτε πολλὴν ἐκ τοῦ τόπου ἔχων βοήθειαν καὶ τὸν τοῦ κάστρου πεζὸν λαὸν εἰς συμμαχίαν αὐτοῦ. 17.5 Ὁ οὖν ἀρχηγὸς τῶν τριακοσίων τῶν εἰς φυλακὴν τῶν χωρίων ἀποσταλέντων εἰς περιωπὴν ἱστάμενος καὶ ὁρῶν τοὺς πολεμίους ἐν τοῖς χωρίοις εἰσερχομένους, ἡνίκα τῶν ἵππων ἀποβάντες τὰς οἰκίας τῶν χωριτῶν ἀναψηλαφῶσιν, ἑκατὸν καὶ μικρόν τι πλεῖον ἐκ τοῦ λαοῦ τῶν τριακοσίων διαχωρίσας ἀποστειλάτω, διορισάμενος αὐτοῖς ὀξέως κατὰ τῶν πολεμίων ἐπιθέσθαι. Πλείονες δὲ ἔστωσαν οἱ ἀποστελλόμενοι τῶν εἰς τὰ χωρία εἰσερχομένων πολεμίων. Καὶ κατ' αὐτῶν οὕτως ἐπιθέμενοι, χάριτι Χριστοῦ πολλοὺς καὶ ἀνέλωσι καὶ δεσμώτας λάβωσι. 17.6 Οἱ δὲ περιττεύοντες τοῦ λαοῦ ἡμῶν, ὅσοι τῶν πολεμίων τῶν ἰδίων ἵππων ἐπιβῆναι δυνηθῶσι καὶ φυγῇ χρήσωνται, ἐπιμελῶς τούτους ἐπιδιώξουσιν, ἕως ἂν παρὰ τῶν ἱσταμένων φούλκων τῶν πολεμίων εἰς φυλακὴν τῶν ἑταίρων αὐτῶν ἐπιδιωχθῶσιν. Ὁρῶν δὲ τοὺς διώκοντας ὁ τῶν τριακοσίων ἄρχων μὴ εἰς πλῆθος ὄντας, ἀλλ' ἀσυντάκτως καὶ ἀκρατῶς διώκοντας, καρτερησάτω ἐν τῷ ἐγκρύμματι, ἕως οὗ οἱ διωκόμενοι τοῦ λαοῦ αὐτοῦ καταλάβωσι καὶ διέλθωσιν. Εἴθ' οὕτως καὶ αὐτὸς σφοδρῶς κατὰ τῶν πολεμίων ἀπὸ τοῦ ἐγκρύμματος ἐξελθὼν μετὰ τῶν σὺν αὐτῷ ὁρμησάτω, καὶ εὐοδωθήσεται τῇ τοῦ Χριστοῦ δυνάμει καὶ χάριτι· λήψεται γὰρ καὶ δορυαλώτους, καὶ πολλοὺς καὶ ἀναιρήσει καὶ τραυματίσει. 17.7 Τῶν οὖν πολεμίων ἔτι προστιθεμένων καὶ εἰς πλῆθος αὐξανομένων καὶ σφοδρῶς ἐπιδιωκόντων, τοὺς μὲν κατασχεθέντας δεσμίους, τούς τε ἵππους αὐτῶν καὶ ὅπλα ἔμπροσθεν ἀποστειλάτω τοῦ καταλαβεῖν ἐν ᾧ τόπῳ ὁ στρατηγὸς ἵσταται. Κἀκεῖνος εὐτάκτως ὑποφευγέτω μετὰ τῶν σὺν αὐτῷ, ἐρεθίζων τοὺς πολεμίους πρὸς δίωξιν καὶ ἐμπείρως ἐφελκόμενος. Μηδεὶς δὲ τοῦ λαοῦ αὐτοῦ γινωσκέτω ἐν οἷς τόποις τὰ ἐγκρύμματα τοῦ στρατηγοῦ ἵστανται, εἰ μὴ μόνος ὁ ἄρχων αὐτῶν. 17.8 Τῶν δὲ πολεμίων ἐπιτιθεμένων αὐτῷ μετὰ πλήθους λαοῦ καὶ ἀκρατῶς διωκόντων, ὑποστροφὰς ποιείτωσαν οἱ ὄντες ἀνδρεῖοι καὶ γενναιότατοι καὶ ἵππους εὐτόνους ἔχοντες καὶ πληττέτωσαν τοὺς διώκοντας, ἵνα καὶ τοὺς τραυματίας τῶν ἰδίων διασώσωσιν καὶ ἵππων ἀτονούντων ἢ καὶ πληττομένων ἑτέρων ἐπιβῆναι