20
ὑπὲρ αὐτῆς ποιεῖται τὸν λόγον, καὶ ἀρχόμενος, καθάπερ οἱ συνήγοροι οὗτοι οἱ ῥήτορες, οἱ ἐν τοῖς δικαστηρίοις, λέγει ὑπὲρ τίνος ποιεῖται τὴν δικαιολογίαν, ὅτι Ὑπὲρ τῆς κληρονομούσης. Καὶ τί αἰτεῖ ἡ κληρονομοῦσα, ἀκούσωμεν. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε. Τὸν νυμφίον Κύριον καλεῖ· καὶ γὰρ τοῦτο νύμφης εὐγνώμονος ἔργον. Εἰ γὰρ ἐπὶ τῶν ὁμοουσίων τοῦτο συμβαίνει, καὶ κύριον τὸν ἄνδρα καλεῖ ἡ γυνή· πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλησίας καὶ τοῦ Χριστοῦ, ὅπου καὶ φύσει Κύριός ἐστιν. Οὕτω γοῦν αὐτὸν οὐχ ὡς νυμφίον καλεῖ Κύριον μόνον, ἀλλὰ καὶ ὡς ∆εσπότην, καὶ ἐπισπᾶται αὐτὸν πρὸς τὴν δέησιν. Ἐπειδὴ γὰρ κληρονομία αὐτῇ πρό 55.64 κειται, ἡ κληρονομία δὲ αὕτη, εἰ κατορθώσειε τὰ ἐπιταχθέντα, εἰς ἔργον ἐκβαίνει· παρακαλεῖ καὶ δεῖται σύμμαχον αὐτῇ γενέσθαι, ὥστε ἀνύσαι τὰ προκείμενα, καὶ μὴ ἐκπεσεῖν τοῦ κλήρου. ∆ιὸ καί φησι· Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε· καὶ μετὰ παῤῥησίας λέγει τοῦτο, ἐπειδὴ τοιαῦτα αἰτεῖ, ἅπερ καὶ αὐτὸς διδόναι βούλεται· ὡς ἐάν τις τοιαῦτα αἰτῇ ἀνάξια τοῦ παρέχοντος, οὐ δύναται ταύτην αἰτεῖν τὴν χάριν. Ὅταν κατ' ἐχθρῶν εὔχηται, ὅταν κατὰ τῶν λελυπηκότων, ταῦτα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ διαβόλου τὰ ῥήματα. Εἰ γὰρ τὸ ὀμνύναι ἐκ τοῦ διαβόλου ἐστὶ καὶ γὰρ Τὸ περιττὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν, εὔδηλον ὅτι καὶ τὸ κατ' ἐχθρῶν εὔχεσθαι. Ἐὰν τοίνυν λέγῃς, Τὰ ῥήματά μου ἐνώτισαι, ἐκεῖνα φθέγγου, ἃ ἀνθρώπου ῥήματά ἐστιν ἡμέρου καὶ φιλανθρώπου, καὶ οὐδὲν ἔχοντος διαβολικόν. γʹ. Σύνες τῇ κραυγῇ μου. Κραυγὴν ἐνταῦθα οὐ τὸν τόνον φησὶ τῆς φωνῆς, ἀλλὰ τῆς διανοίας τὴν διάθεσιν. Ἐπεὶ καὶ τῷ Μωϋσεῖ σιγῶντι ἔλεγε· Τί βοᾷς πρός με; Οὐκ εἶπε, Τί εὔχῃ πρός με; ἀλλὰ, Τί βοᾷς πρός με; ἐπειδὴ μετὰ σφοδρᾶς διαθέσεως αὐτῷ προσῄει. Ἵνα· γοῦν μάθῃς ὅτι καὶ ἐνταῦθα οὐ τὴν κραυγὴν λέγει, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας, καὶ τὴν σπουδὴν τὴν συντεταμένην, οὐκ εἶπεν, Ἄκουσον τῆς κραυγῆς μου, ἀλλὰ τί; Σύνες, τουτέστι, κατάμαθε. Εἰ γὰρ καὶ ἀνθρωπίνοις κέχρηται ῥήμασιν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀνθρωπίνοις τὸ εὖ παριστάμενον δηλοῖ. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Πάλιν τὴν ἔνδον λέγει φωνήν. Οὕτω καὶ Ἄννα ἐβόα. Καὶ οὐχ ἁπλῶς εἶπε, Πρόσχες τῇ φωνῇ τῆς εὐχῆς μου, ἀλλὰ, Τῆς δεήσεώς μου. Τὸν γὰρ εὐχόμενον ἱκέτου δεῖ περικεῖσθαι σχῆμα καὶ γνώμην. Ὁ γὰρ ἱκέτης οὐ κατηγόρου ῥήματα ἀναλαμβάνει· ὁ δὲ ἐχθροῦ κατευχόμενος, κατήγορος μᾶλλόν ἐστιν, ἢ ἱκέτης. Εἶδες πῶς παρέστησε τὴν εὐχὴν, ἐπειδὴ ἀξίαν αὐτὴν ἐποιεῖτο τοῦ ἀκουσθῆναι; Οὕτω καὶ ἡμεῖς, ὅταν εὐχώμεθα καὶ βουλώμεθα ἀκούεσθαι, πρῶτον αὐτὴν καθιστῶμεν, ἵνα ᾖ εὐχὴ, καὶ μὴ κατηγορία γένηται, καὶ κατὰ τοὺς νόμους τοὺς ἐκείνου, οὕτως αὐτὴν εἰσάγωμεν. Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅπερ ὁ Προφήτης συνεχῶς λέγει, μᾶλλον δὲ ὅπερ ἐξαίρετον τῷ Ἀβραὰμ ἦν, καθὼς ὁ Παῦλός φησι· ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς Θεὸς καλεῖσθαι αὐτῶν· τοῦτο αὕτη διείληφε, καὶ τῷ πόθῳ κατώρθωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ὁ βασιλεὺς, ἀλλ', Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, τὸν ἔρωτα ἐνδεικνυμένη τὸν αὐτῆς. Εἶτα καὶ τὰς αἰτίας τίθησι, δι' ἃς ἀξιοῖ αὐτὴν ἀκουσθῆναι. Ποῖαι δέ εἰσιν αὗται; Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε. Τίς, φησὶν, οὐχὶ τῷ Θεῷ προσεύχεται; Πολλοὶ δοκοῦσι μὲν τῷ Θεῷ προσεύχεσθαι· πρὸς δὲ ἀνθρώπων ἐπίδειξιν τοῦτο ποιοῦσιν. Ἀλλ' οὐχ αὕτη· ἀλλὰ πρὸς Θεὸν αὐτὸν ἀνετείνετο, τὰ ἀνθρώπινα πάντα ἀφεῖσα. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Ὁρᾷς σπουδὴν, καὶ κατανενυγμένην ψυχήν; Ἐκ προοιμίων τῆς ἡμέρας, φησὶ, τοῦτο ἔργον ποιοῦμαι. Ἀκουέτωσαν οἱ μετὰ μυρία ἔργα τότε ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι. Ἀλλ' οὐχ 55.65 αὕτη· ἀλλ' ἐκ προοιμίων τῆς ἡμέρας τὰς ἀπαρχὰς ἐδίδου τῷ Θεῷ. ∆εῖ γὰρ, φησὶ, φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι. Σὺ δὲ ἐπὶ μὲν βασιλέως οὐκ ἂν ἀνάσχοιο τὸν ἐλάττονα πρὸ σοῦ προλαβόντα προσκυνῆσαι· νυνὶ δὲ