παρασκευάσωσιν· εἴθ' οὕτως ἐπιδιδόντες τοὺς χαλινοὺς τῶν ἵππων μετ' ἐλασίας μακρυνθῶσι μικρὸν τῶν διωκόντων, ἵνα καὶ τοῦ βάρους τοῦ ἐπικειμένου αὐτοῖς τῶν πολεμίων μικρὸν κουφισθῶσι κἀκεῖνοι ὀξύτερον τοὺς ἵππους ἐλαύνοντες πρὸς δίωξιν ἀτόνους καὶ λειποψυχοῦντας ἐργάσωνται. Ἐγγιζόντων δὲ τῷ ἐγκρύμματι τῶν διωκομένων τοῦ λαοῦ ἡμῶν, εἴτε δεξιὰ εἴτε εὐώνυμα διελθέτωσαν, ἵνα τοῦ ἐγκρύμματος ἐξερχομένου μὴ κατὰ τόπον αὐτοῖς συναντήσωσι καὶ ἀλλήλους παραβλάψωσι· μετὰ δὲ ταῦτα τῶν διωκομένων σὺν αὐτοῖς τοῖς οὖσιν ἐν τῷ ἐγκρύμματι ὑποστρεφόντων, καὶ ἐκ δύο μερῶν τῆς ὁρμῆς αὐτῶν κατὰ τῶν πολεμίων γινομένης, εἰς ὠφέλειαν καὶ τοῦτο τοῦ ἡμετέρου στρατοῦ γενήσεται. 17.9 Ἔστω δὲ ὁ τόπος τοῦ ἐγκρύμματος ἐπιτήδειος πρὸς τὸ καλῶς αὐτοὺς ἀποκρύπτειν· στένωμα δὲ ἢ δυσχωρίαν εἰς τὴν ἔξοδον μηδαμῶς ἐχέτω, ἀλλ' ἐφόμαλος ἔστω καὶ εὐρύχωρος, μηδὲν παρεμποδίζων τὴν κατὰ τῶν πολεμίων αὐτῶν ὁρμὴν καὶ ὀξεῖαν ἐπίθεσιν, καὶ μάλιστα περὶ τοὺς δισχιλίους ὄντων· ἐπὶ γὰρ τοσούτου ἀριθμοῦ πλατεῖαν καὶ εὐθῆ εἶναι δεῖ τὴν ἔξοδον τοῦ τοιούτου χώρου. Καὶ ἡ περιωπὴ δέ, ἐν ᾗ ἵσταται βλέπων ὁ τοῦ λαοῦ τοῦ ἐν τῷ ἐγκρύμματι ἀρχηγός, ἐπιτηδεία ἔστω ὥστε καθορᾶν ἀπὸ πολλοῦ διαστήματος τοὺς διώκοντας πολεμίους καὶ τὴν ποσότητα τοῦ λαοῦ αὐτῶν στοχάζεσθαι καὶ κατανοεῖν καὶ ὅπως τὴν δίωξιν ποιοῦνται. 17.10 Ἐγγισάντων δὲ τῶν διωκόντων ἐπὶ τῷ ἐγκρύμματι, ἐπικαλεσάμενοι τὴν τοῦ Θεοῦ βοήθειαν, ὀξέῳ καὶ σφοδροτάτῳ καὶ ἀνδρείῳ ὁρμήματι μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ κατ' αὐτῶν ὁρμησάτωσαν. Ὑποστρεφέσθωσαν δὲ καὶ οἱ διωκόμενοι, καί, ἐκ δύο μερῶν τῆς ὁρμῆς αὐτῶν κατὰ τῶν πολεμίων γεγενημένης, εἰς ὠφέλειαν καὶ τοῦτο τοῦ ἡμετέρου στρατοῦ γενήσεται. Καὶ εἰ ἀκολούθως πάντα κατὰ τὸν παρόντα πραχθείη διορισμόν, ἔχοντες πρὸ πάντων καὶ τὴν τοῦ Θεοῦ βοήθειαν συνεφαπτομένην αὐτοῖς, οἵα τότε καταστροφὴ καὶ ὄλεθρος τῶν πολεμίων γενήσεται, οἱ πεῖραν τῶν τοιούτων ἔχοντες ἴσασιν. Καὶ πῶς γὰρ ἄρα, τῶν ἵππων τῇ μακρᾷ καὶ συντόνῳ διώξει ἠτονηκότων καὶ τῶν ἀνδρῶν τῷ πολλῷ πόνῳ τῆς μάχης ἐκλελοιπότων, οὐ τὰ κακῶν ἔσχατα τούτοις συμβήσεται; 17.11 Εἰ δέὅπερ πάντη ἀνέλπιστόν ἐστινἰσχύσουσιν οἱ πολέμιοι ἀντιστῆναι πάσης αὐτῶν τῆς δυνάμεως ἐν τῷ τοιούτῳ πολέμῳ παραγενομένης καὶ καρτερὰ μάχη γένηται πανστρατὶ αὐτῶν μαχομένων διὰ τὸ τὴν ἧτταν αὐτῶν ἀνακαλέσασθαι, καὶ κατὰ δεύτερον λόγον τοῦτο συμβῇ, δεῖ τὸν τοῦ στρατοῦ ἀρχηγὸν ἀπὸ συνθήματός τινος καὶ διορισμοῦ καὶ σάλπιγγος ἀνακλητικῆς διαχωρίσαι τοὺς οἰκείους τῆς ἐκ χειρῶν μάχης, νῶτα διδόντων αὐτῶνπλὴν μὴ σὺν ἐλασίᾳ καὶ φυγῇ ἀκόσμῳ, ἀλλ' εὐτάκτωςἐρεθίζειν τε τοὺς πολεμίους πρὸς δίωξιν. Ἐπικειμένων δὲ τῶν παρατάξεων τῶν πολεμίων καὶ διωκουσῶν, τῇ μείζονι ἐνέδρᾳ περιπεσοῦνται. Καὶ οἱ διωκόμενοι, ἐν ἑνὶ μέρει τῆς ἐνέδρας, ὡς ἔφημεν, διερχόμενοι, ὁπόταν κατ' αὐτῶν οἱ ἐν τῇ μεγάλῃ ἐνέδρᾳ ὄντες ὁρμήσωσιν, ὑποστρεφέσθωσαν παραυτίκα καὶ οἱ διωκόμενοι, καὶ εὑρεθήσονται ἐκ δύο μερῶν τοῖς πολεμίοις μαχομένοι· καὶ πολλὴν τοῦτο τῷ στρατῷ προξενήσει τὴν ὠφέλειαν. 17.12 Εἰ οὖν οἱ διώκοντες ἄχρι τῆς ἐνέδρας καταλάβωσι καὶ ἀπροόπτως ταύτῃ περιπέσωσι καὶ τολμηρῷ καὶ ἀνδρείῳ ὁρμήματι ἀπὸ τοῦ ἐγκρύμματος κατ' αὐτῶν ἐφορμήσουσι, τῇ τοῦ Χριστοῦ χάριτι κατὰ κράτος τούτους ἡττήσουσι καὶ μέγα κλέος ἑαυτοῖς περιποιήσονται. Εἰ δὲ διά τινα σφάλματα μὴ τελέως δυνηθῶσι τῶν παρατάξεων τῶν ἐχθρῶν περιγενέσθαι, ὡς δύναμιν βαρεῖαν ἐχόντων καὶ ἰσχυρῶς πανστρατὶ αὐτῶν μαχομένων, ἔχων καὶ τὸ πεζὸν στράτευμα συμμαχοῦν τί σοι, σὺ μᾶλλον αὐτῶν ὑπερισχύσεις. Καὶ εἰ μὴ κατὰ κράτος ἡττηθῶσιν, ἀλλ' οὖν πολλοὺς αὐτῶν μαχαίρας ἔργον ποιήσεις, πλείονας δὲ τούτων καὶ ἀνδραπόδων λόγῳ κατάσχῃς, καὶ φόβῳ μεγάλῳ καὶ καταπλήξει ὑποβληθῶσιν, ὡς μηκέτι τολμᾶν ἀδεῶς τὰς χώρας ἡμῶν κατατρέχειν καὶ ληΐζεσθαι· μᾶλλον δὲ σπεύσουσι τὴν ἰδίαν καταλαβεῖν. 17.13 Καὶ ταῦτα μέν, καθὼς οἱ πρὸ ἡμῶν ἡμῖν παρέδοσαν καὶ ἡ ἀπὸ τοῦ