19. These words then being thus presented, let us observe somewhat in detail what Daniel says in his visions. For in distinguishing the kingdoms that are to rise after these things, he showed also the coming of Antichrist in the last times, and the consummation of the whole world. In expounding the vision of Nebuchadnezzar, then, he speaks thus: “Thou, O king, sawest, and behold a great image standing before thy face: the head of which was of fine gold, its arms and shoulders of silver, its belly and its thighs of brass, and its legs of iron, (and) its feet part of iron and part of clay. Thou sawest, then, till that a stone was cut out without hands, and smote the image upon the feet that were of iron and clay, and brake them to an end. Then were the clay, the iron, the brass, the silver, (and) the gold broken, and became like the chaff from the summer threshing-floor; and the strength (fulness) of the wind carried them away, and there was no place found for them. And the stone that smote the image became a great mountain, and filled the whole earth.”54 Dan. ii. 31–35.
[19] Τούτων οὖν τῶν ῥητῶν δεδειγμένων, ἴδωμεν λεπτομερές, τί λέγει Δανιὴλ ἐν τοῖς ὁράμασιν. οὗτος γὰρ διαστέλλων τὰς μετὰ ταῦτα ἐσομένας βασιλείας ἔδειξεν ἐν ἐσχάτοις καιροῖς καὶ τὴν τοῦ ἀντιχρίστου παρουσίαν καὶ τὴν τοῦ παντὸς κόσμου συντέλειαν. λέγει οὖν ἐπιλύων τὸ ὅραμα τοῦ Ναβουχοδονόσορ: „σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μεγάλη ἑστῶσα πρὸ προσώπου σου, ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, οἱ βραχίονες αὐτῆς καὶ οἱ ὦμοι καὶ τὸ στῆθος ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν καὶ μέρος ὀστράκινον. ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς: καὶ ἐξῆρε τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς: καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.„