χρηματίζειν, πιστὰς μενούσας, οἰκουροὺς καὶ φύλακας τῶν ἔνδον. ἔπειτα βῶλον τῇ χειρὶ λαβὼν ἀπὸ τῶν ἔξω ἔνδον ῥιπτεῖ τῆς πόλεως, εὐχόμενος ἐπαύξειν τὰ πράγματα τῆς πόλεως ἀπὸ τῶν ἀλλοτρίων. καὶ ταῦτα διαθέμενος ἐν σάλπιγγι σημαίνει τὴν κλῆσιν τὴν τῆς πόλεως, καὶ Ῥώμην ὀνομάζει. καὶ πλῆθος συλλεξάμενος ἀπὸ τῆς περιχώρου, ἄνδρας, γυναῖκας, μείρακας, τριγέροντας, ἐφήβους, ἰσοπολίτας τίθησι καὶ κατοικίζει πάντας. Καὶ πρῶτος οὗτος βασιλεὺς καθίσταται Ῥωμαίων, καὶ μετὰ τοῦτον ὁ Νουμᾶς, καὶ μετὰ τοῦτον Τύλλος, καὶ μετ' αὐτοὺς ὁ Μάρκιος Ἄγκος ὠνομασμένος (τὴν γὰρ ἀγκύλην τοῦ ποδὸς εἶχε πεπηρωμένην), καὶ μετ' αὐτὸν Ταρκύνιος πέμπτος ἀπὸ Ῥωμύλου, μηδὲν αὐτῷ προσήκουσαν λαβὼν τὴν βασιλείαν· τοῖς γὰρ παισὶν ὠφείλετο Μαρκίου βασιλέως. γαμβρὸς τοῦ Ταρκυνίου δὲ Τύλλιος μετ' ἐκεῖνον, ὃς ἀπὸ βρέφους, ὥς φασι, κἀκ πρώτης ἡλικίας ἐπωνομάσθη σέρβιος ὡς γεγονὼς ἐκ δούλης· δύναται γὰρ τὸ σέρβιος δοῦλον παρὰ Ῥωμαίοις. οὗτος συνῆψε τὰς αὐτοῦ πρὸς γάμον θυγατέρας τοῖς βασιλέως υἱωνοῖς Λευκίου Ταρκυνίου, ὧνπερ μιᾶς ἐπιβουλῇ καὶ τρόπῳ μιαιφόνῳ καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ὁ τάλας ἐστερήθη. καὶ μετ' αὐτὸν Ταρκύνιος ὁ Σούπερβος κατῆρξεν, ὃς προσφερόμενος ὠμῶς καὶ φιλυπερηφάνως καὶ τῇ βουλῇ καὶ τῷ κοινῷ Σούπερβος ἐπεκλήθη· τὸν δ' ἀλαζόνα παρ' αὐτοῖς ἡ λέξις ἑρμηνεύει. πρὸς τοῦτον τὸν Ταρκύνιον ἀφίκετο γυνή τις βίβλους ἐννέα φέρουσα χρησμῶν τῶν Σιβυλλείων, ἀπεμπολῆσαι δ' ἤθελε τῷ βασιλεῖ τὰς βίβλους. ἐπεὶ δὲ τὸ ζητούμενον ἐκεῖνος οὐκ ἐδίδου, πυρὶ τὰς τρεῖς κατέφλεξε, καὶ πάλιν προσελθοῦσα τιμῆς ἐπώλει τῆς αὐτῆς τὰς καταλελειμμένας. ἀλλ' ἔδοξεν ἀσύνετος ἐν τούτῳ τοῖς παροῦσιν, καὶ πάλιν τρεῖς πυριφλεγεῖς ἐγένοντο τῶν βίβλων. ἦλθεν ἐκ τρίτου πρὸς αὐτόν, καὶ τῆς τιμῆς τῆς ἴσης τὰς τρεῖς ἐδίδου τὰς λοιπάς. θαυμάσας δ' ἐπὶ τούτοις ὁ βασιλεύς, καὶ μάντεων πυθόμενος δοκίμων, ἐκέλευσε τῇ γυναικὶ δοθῆναι τὸ χρυσίον. τὴν δὲ λαβοῦσαν τὸ δοθέν, καὶ μετ' ἐπιμελείας τηρεῖν τὰς βίβλους φράσασαν, εἶδεν οὐδεὶς οὐκέτι· αἱ βίβλοι δὲ γεγόνασι σωτήριοι τῇ πόλει. τούτου ναὸν οἰκοδομεῖν ἐν Ῥώμῃ βουληθέντος βόθρευμα μὲν ὠρύσσετο θεμέθλων ὑπογαίων, τῆς δ' ὀρυγῆς ἐπὶ πολὺ τὸ βάθος προϊούσης εὑρέθη κάτω κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου, αἷμα θερμὸν καὶ νεαρὸν χεόμενον δεικνῦσα, καὶ πρόσωπον παρεμφερὲς ἔχουσα τοῖς ἐμπνόοις. ὅπερ μαθὼν ἐν Τυρρηνοῖς δόκιμος τερασκόπος ἔφη τὴν πόλιν κεφαλὴν πολλῶν ἐθνῶν γενέσθαι, πλὴν διὰ ξίφους καὶ σφαγῶν καὶ λιμνασμῶν αἱμάτων. ἐντεῦθεν ὁ Ταρπήϊος μετωνομάσθη λόφος ἐκ τῆς φανείσης κεφαλῆς Καπιτωλῖνος λόφος· κάπουτ γὰρ ἡ κεφαλὴ κατὰ Ῥωμαίων γλῶσσαν. Χρόνοις μὲν οὖν ἐφ' ἱκανοῖς ἡ τῶν Ῥωμαίων πόλις, πόλις ἡ μεγαλόπολις, ἦν ὑπὸ βασιλεῦσιν· ἐπεὶ δὲ παρηνόμησεν ὁ παῖς τοῦ Ταρκυνίου καὶ Λουκρητίαν ᾔσχυνε τὴν σωφρονικωτάτην, τὴν Κολατίνου γαμετὴν ἀνδρὸς εὐγενεστάτου, τότε δὴ πάντες εἰς ταὐτὸ Ῥωμαῖοι συνελθόντες κατάλυσιν ψηφίζονται τοῦ βασιλείου κράτους, κυροῦσι δὲ προβάλλεσθαι κατ' ἔτος κονσυλίους, ὅπερ δηλοῖ καθ' Ἕλληνας συμβούλους ἢ προβούλους, οὓς Ἕλληνες ὠνόμασαν ὑπάτους μετὰ ταῦτα, τὸ μεγαλεῖον τῆς αὐτῶν ἀξίας κατιδόντες. ἀπελαθέντων τοιγαροῦν ἐκ Ῥώμης τῶν τυράννων, πρῶτοι τῶν ἄλλων ἔλαβον ὑπατικὴν ἀξίαν Ταρκύνιός τε Λεύκιος, ἀνὴρ τῆς Λουκρητίας, καὶ Λεύκιος Ἰούνιος, ὃν Βροῦτον ἐπεκάλουν. ἀλλὰ διηγητέον μοι καὶ τὰ περὶ τοῦ Βρούτου. Μάρκιος ἦν τις εὐγενὴς ἀνὴρ παρὰ Ῥωμαίοις, καὶ πλούτῳ βρίθων περιττῷ καὶ δὴ τιμῇ προέχων. τούτῳ βασκήνας ὁ δεινὸς Ταρκύνιος τοῦ πλούτου αὐτὸν μὲν ξίφει δίδωσι, καὶ σὺν αὐτῷ τὸν παῖδα, γενναῖον ὄντα καὶ καλὸν καὶ ζηλωτὸν ἐν πᾶσιν καὶ φαίνοντα παράστημα ψυχῆς ἀνδροκαρδίου, κἂν εἰ τῷ βίῳ περιῆν οὐκ ἂν ὑπομενοῦντα μὴ τιμωρῆσαι τῷ πατρὶ κατὰ τῶν ἀνελόντων. αὐτὸν μὲν οὖν τὸν Μάρκιον Ταρκύνιος κτιννύει, τὸν δ' ὄλβον μετατίθησιν ἐν δόμοις βασιλείοις. ὁ Βροῦτος οὗτος τοιγαροῦν παῖς ὑπάρχων Μαρκίου, καὶ κατιδὼν τὴν τοῦ
21