21
ἡλίου προσκυνοῦντος καθεύδεις αὐτὸς, καὶ ἀναχωρεῖς τῇ κτίσει τῆς προεδρίας, καὶ οὐ φθάνεις ἅπασαν τὴν κτίσιν τὴν διὰ σὲ γενομένην, οὐδὲ ἀποδίδως αὐτῷ τὰ εὐχαριστήρια, ἀλλ' ἀνιστάμενος καὶ ὄψιν περικλύζεις καὶ χεῖρας, τὴν δὲ ψυχὴν περιορᾷς ἀκάθαρτον; Οὐκ οἶσθα, ὅτι καθάπερ ὕδατι σῶμα, οὕτω δι' εὐχῆς ἡ ψυχὴ καθαίρεται; Νίψον τοίνυν πρὸ τοῦ σώματος τὴν ψυχήν. Πολλαὶ λῆμαι προσίστανται αὐτῇ κακίας· ταύτας ἀποθώμεθα διὰ τῆς δεήσεως. Ἂν γὰρ οὕτω τὸ στόμα τειχίσωμεν, καλὸν θεμέλιον τῆς καθημερινῆς πράξεως καταβαλοῦμεν. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι. Παραστήσομαί σοι, οὐ τόπῳ, φησὶν, ἀλλ' ἔργοις. Ὁ γὰρ τοιοῦτος ἐγγὺς γενέσθαι δύναται τοῦ Θεοῦ. Τὸ γὰρ ἐγγὺς καὶ τὸ μακρὰν ἐντεῦθεν συμβαίνει· ὁ γὰρ Θεὸς πανταχοῦ ἐστι. Παραστήσομαί σοι, καὶ ἐπόψομαι, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Ἕτερος ἑρμηνευτής φησι· Καὶ σκοπήσω, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐδὲ παροικήσει σοι πονηρευόμενος. Ἐνταῦθα τὰ εἴδωλα αἰνίττεται· ὅτι τούτοις ἔχαιρον, καὶ παρανομίᾳ πάσῃ, καὶ τοῖς ἄλλοις τοῖς ἐν πονηρίᾳ πράγμασιν. Οὐδὲ παροικήσει σοι πονηρευόμενος. Οὐκ ἔσται σοι, φησὶ, φίλος, οὐκ ἔσται σοι πλησίον. Οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Τὸ μισοπόνηρον τοῦ Θεοῦ ἐνταῦθα δείκνυσι, διδάσκων τοὺς ἐγγὺς αὐτοῦ γινομένους τοιούτους ἑαυτοὺς κατασκευάζειν, ὡς οὐκ ἐνὸν ἄλλως γενέσθαι ἐγγύς. Εἰ γὰρ ἀνθρώπῳ χρηστῷ οὐκ ἄν τις δύναιτο γενέσθαι πλησίον, τοῖς τρόποις διεστηκὼς αὐτοῦ, πολλῷ μᾶλλον τούτῳ. Ὅτι γὰρ δύνανται ἐναρέτων ἀνδρῶν ἐγγὺς γενέσθαι οἱ πονηροὶ, ἄκουσον τί φασι περὶ τοῦ δικαίου· Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος. Οὕτω καὶ Ἰωάννης τὸ δεσμωτήριον οἰκῶν καὶ μὴ ὁρώμενος ἐλύπει τὴν Ἡρωδιάδα· καίτοι τοσοῦτον αὐτοῦ ἀφειστήκει τὸ γύναιον· μετὰ δὲ τὴν τελευτὴν, καὶ τοῦ τυράννου τότε ἐκείνου τὸ συνειδὸς κατέσειε. Μηδεὶς τοίνυν τῶν ἐν ἀρετῇ ζώντων ἡγείσθω τι πάσχειν δεινὸν, κἂν ἐπιβουλεύηται παρὰ τῶν πονηρῶν. Οἱ γὰρ πάσχοντες κακῶς οἱ ποιοῦντές εἰσιν. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ταῦτα λέγεται, οὐχ ἵνα ἀκούσωμεν μόνον, ἀλλ' ἵνα καὶ παιδευώμεθα ταῦτα συνεχῶς ἀκούοντες, καὶ τῷ τρόπῳ τοῦ νυμφίου ἁρμόζεσθαι, καὶ πλησίον αὐτοῦ γίνεσθαι. Ὡς ἂν μὴ ταῦτα ᾖ, ἐρημούμεθα τῆς ἄνωθεν ῥοπῆς, οὗ οὐδὲν ἂν γένοιτο χεῖρον. δʹ. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· κἂν δοῦλος ᾖ, φησὶ, κἂν ἐλεύθερος, κἂν βασιλεὺς, κἂν ὁστισοῦν. Οὐ γὰρ ἀπὸ τῶν ἀξιωμάτων, ἀλλ' ἀπὸ τῆς ἀρετῆς τοὺς φίλους ἐγκρίνειν ὁ Θεὸς εἴωθεν. Ἀλλ' ἐπειδὴ πολλοὶ τῶν παχυτέρων οὐδὲν ἡγοῦνται τὸ μῖσος εἶναι, ἄκουσον πῶς ἐπήγαγε καὶ κολάσεως φόβον, εἰπών· Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἐπὶ τὸ παχύτερον τῶν ἁμαρτανομένων τὸν λόγον μετατιθείς. Οὐ γὰρ μέχρι 55.66 τοῦ μίσους στήσεται τὰ τῆς τιμωρίας, καίτοι καὶ τοῦτο ἄφατος κόλασις· ἀλλὰ καὶ πάντας ἀπολεῖ τοὺς λαλοῦντας τὸ ψεῦδος. Καίτοι καὶ τὸ πρότερον χαλεπὸν, καὶ γεέννης χεῖρον, τὸ μισηθῆναι παρὰ Θεοῦ· ἀλλὰ πρὸς μὲν τοὺς συνιέναι δυναμένους ἐκεῖνο ἔθηκε· πρὸς δὲ τοὺς παχυτέρους καὶ τοῦτο προσέθηκε. Μὴ τοίνυν θορυβηθῇς, ἄνθρωπε, μηδὲ ταράττου, ἐπειδὰν ἴδῃς τινὰς ψευδομένους, ἁρπάζοντας, πλεονεκτοῦντας, καὶ μηδὲν πάσχοντας δεινόν· ἔσται γὰρ πάντως τοῦτο. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ φύσις· ἀποστρέφεται πονηρίαν, μισεῖ τε αὐτὴν ἀεὶ, καὶ ἀπεχθάνεται. Τοὺς δὲ λαλοῦντας τὸ ψεῦδος ἐνταῦθα λέγει τοὺς ἐν πονηρίᾳ βιοῦντας, τοὺς τὰ ψευδῆ πράγματα διώκοντας, τοὺς περὶ ἡδονὰς, τοὺς περὶ γαστριμαργίαν, τοὺς περὶ πλεονεξίαν ἐπτοημένους. Οἶδε γὰρ πάντα ταῦτα ψεύδη καλεῖν. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Τὸν φονικὸν ἐνταῦθά φησι, τὸν ἐπιβουλεύοντα, τὸν