μακροῦ χρόνου ἐμπειρία, συνεγραψάμεθα. Σοὶ δὲ πρὸς τὴν εἰκὸς ἐπερχομένην περίστασιν προσήκει διαγενέσθαι· οὐ γὰρ ὡς αἱ τῶν ἀνθρώπων βουλαί, ἀλλ' ὡς ἡ ἄνωθεν τοῦ Θεοῦ πρόνοια τὰ καθ' ἕκαστον ταλαντεύσει καὶ τὸ τοῦ πολέμου ἕπεται πέρας. 18.τ Περὶ τοῦ πότε δεῖ τὸν στρατηγὸν ἐκ δύο μερῶν τῶν πολεμίων παραδρομὴν ποιῆσαι 18.1 Εἰ δὲ ἔτι ἐπιμείνουσιν οἱ πολέμιοι, ὅπερ ἀνέλπιστόν ἐστι μετὰ τὸ οὕτως τραυματισθῆναι, τὰς χώρας ἡμῶν φοσσατικῶς περιπολοῦντες, κατακαίοντές τε καὶ διαφθείροντες, μηδαμοῦ εἰς κοῦρσον μήκοθεν τὸν λαὸν αὐτῶν τολμῶντες ἀποστέλλειν, χρὴ τὸν στρατηγὸν ἀξιόλογον δύναμιν εἰς τὸ ἕτερον μέρος τῶν πολεμίων ἀποστεῖλαι, ἐν ᾧ αὐτὸς μὴ παρατρέχει· καὶ τοῖς ἀπὸ τριῶν ἢ τεσσάρων μιλίων τοῦ φοσσάτου παρεκτρέχουσιν ἔνθεν κἀκεῖθεν ἐπιτίθεσθαι καὶ τραυματίζειν, πρὸς τὸ διακωλύειν αὐτοὺς τροφὰς ἀναλαμβάνειν, ἵνα ὡς ἐκ τούτου σπάνιν ἔχοντες τροφῶν ἀναγκασθῶσιν ὑποστρέψαι. 18.2 Εἰ δὲ ὁρᾷς, ὦ στρατηγέ, τοὺς πολεμίους ἔτι ἑαυτοὺς παραφυλάττοντας καὶ μὴ πόρρω ἐξελαύνειν τοὺς εἰς συλλογὴν χρειῶν ἀποστελλομένους παραχωροῦντας, καὶ ταύτην τὴν ἐνέδραν εἰς βλάβην αὐτῶν ἐπινοήσασθαι δεῖ· τὰ φοῦλκα διασκοπῆσαι τῶν πολεμίων, τὰ εἰς φυλακὴν αὐτῶν ἐξερχόμενα καὶ πόρρω τοῦ φοσσάτου ἱστάμενα, καὶ οἷον ἐξ αὐτῶν βραδύτερον ὑποστρέφει εἰς τὰς σκηνὰς αὐτῶν, ἴσως καρτεροῦν ἕως οὗ οἱ τὰ πλησίον αὐτῶν χωρία ἀνερευνῶντες ἑταῖροι αὐτῶν πρὸς τὰς σκηνὰς αὐτῶν ὑποστρέψουσι, κατ' αὐτοῦ ἐνεδρεῦσαι ἐπείχθητι. 18.3 Καὶ δι' ἐμπείρων βιγλατόρων, εἰ δυνατόν, στοχάσασθαι τὴν ποσότητα τῶν εἰς τὸ φοῦλκον ἱσταμένων πολεμίων, καὶ τούτων πλείονας μαχίμους ἄνδρας τῶν ἱππέων ἀπολεξάμενος λόχον γενέσθαι τοῖς ἐχθροῖς παρασκευάσεις, ἀρχηγὸν ἐν αὐτοῖς ἐφιστῶν ἀνδρεῖον καὶ ἐμπειρότατον. ∆ιορίσασθαί τε αὐτὸν ὀλίγους τινὰς τοῦ ὑπ' αὐτὸν λαοῦ χιτῶνας ἀμφιάσασθαι γεωργῶν· συμμίξαι τε αὐτοῖς τῇ ἀληθείᾳ καί τινας τῶν ἀγροτῶν καὶ γεωργικῶν. Ἀόπλους δὲ πάντας εἶναι καὶ τὰς κεφαλὰς ἀσκέπους, τινὰς δὲ καὶ ἀνυποδέτους, ἐφίππους δὲ ἅπαντας ξυλοκόντια κατέχοντας πάνυ κονδά, πρὸς τὸ ἀπατῆσαι τοὺς πολεμίους καὶ δόξαν αὐτοῖς ἐμποιῆσαι ὡς οὐκ εἶεν τοῦ στρατοῦ, ἀλλὰ γεωργοί τινες, οἱ λεγόμενοι οἰκοφύλακες. Μὴ πλείους δὲ τούτους εἶναι τῶν εἴκοσι. Εἰσαγαγεῖν δὲ αὐτοὺς ἐν χωρίοις ἀνὰ ἓξ ἢ καὶ πλείονας πλησίον ἀλλήλων, ἔχοντας κτήνη τινὰ ἐν τοῖς αὐτοῖς χωρίοις, εἴτε ὑποζύγια εἶεν καὶ βόες, εἴθ' ἵπποι τε καὶ ἡμίονοι. 18.4 Περὶ δὲ ἑνδεκάτην ὥραν τῆς ἡμέρας διορίσασθαι αὐτοὺς ἐμφανισθῆναι τοῖς πολεμίοις, ἀπὸ χωρίου πρὸς ἕτερον χωρίον δρομαίως εἰσερχομένους καὶ περισπωμένους, ὅπως τὰ κτήνη αὐτῶν ἀναλάβωνται καὶ πρὸς τὰ ὀχυρώματα διασώσωσι. Τούτους τοίνυν, ἡνίκα οἱ εἰς τὸ φοῦλκον ἱστάμενοι πολέμιοι θεάσονται τὰ μὲν τῶν κτηνῶν αὐτῶν παρέλκοντας, τὰ δὲ ἐπελαύνοντας, καὶ ἀγρότας εἶναι καὶ γεωργοὺς τούτους ὑποτοπήσουσιν, ἀκρατῶς καὶ ἀφυλάκτως τούτους ἐπιδιώξουσιν. ∆ιωκόμενοι δὲ οἱ τὸ σχῆμα τῶν οἰκοφυλάκων καὶ γεωργῶν ὑποδύντες σπουδάσουσι καταλαβεῖν ἐν ᾧ τὸ ἔγκρυμμα ἵσταται, καὶ τούτους οἱ πολέμιοι διώκοντες περιπεσοῦνται τῇ ἐνέδρᾳ ἀπαραφυλάκτως. Ἐπὰν δὲ τοῖς λοχήσασι προσεγγίσωσιν, εὐτάκτῳ φρενὶ καὶ ὁρμῇ κατ' αὐτῶν οἱ τοιοῦτοι ἐφορμήσαντες συρραγήτωσαν· καὶ δῆλον ὡς οὐκ ἀντιστήσονται κἂν πρὸς μικρὸν οἱ πολέμιοι, ἀλλὰ νῶτα δόντες πολλοὶ τούτων καὶ ἀναιρεθήσονται καὶ δορυάλωτοι γένωνται. 18.5 Εἰ δὲ σύνεγγυς ὁ χῶρος εἴη τῆς τῶν ἐχθρῶν στρατιᾶς, ἐν ᾧ τὰ τοιάδε τελεῖται, καὶ πλῆθος τοῦ λαοῦ τῶν πολεμίων εἰς ἐκδίκησιν τῶν διωκομένων ἐξέλθῃ, χρὴ τὸν στρατηγὸν καὶ ὄπισθεν τῆς τοιαύτης ἐνέδρας καὶ ἕτερον λαὸν, τόπον εἰς ἐπιτήδειον, εἰς ἔγκρυμμα καταστῆσαι, ἀπέχον τῆς προτέρας ἐνέδρας μίλια δύο. Καὶ εἴγε, ὡς ἔφημεν, τοὺς ἐν τῇ πρώτῃ ἐνέδρᾳ λαὸς τῶν πολεμίων ἐπιδιώξει, οἱ τοῦ δευτέρου ἐγκρύμματος ἐξερχόμενοι κατ' αὐτῶν τοὺς μὲν οἰκείους περισώσουσι, τοὺς δὲ πολεμίους κατατραυματίσουσι καὶ θανατώσουσι. 18.6 ∆εῖ οὖν τὴν τοιαύτην μηχανήν, ὦ στρατηγέ, περὶ δυσμὰς ἡλίου ἐξεργάσασθαι·