ὅτε κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι. ∆ηλονότι ὠφελοῦσιν αἱ γλῶσσαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ λαλῶν γλώσσῃ λαλεῖ ἣν οὐκ οἶδεν οὐδ' ἔμαθεν παρ' ἀνθρώπων, ὅμως οὐκ ὠφελεῖ τὸ πρᾶγμα τὸν ἀκροατὴν διὰ τὸ μὴ νοεῖσθαι. ἡ δὲ προφητεία τοῖς πιστοῖς δίδοται, ἥτις περὶ τῶν μελλόντων λαλεῖ οἷς οὐχ ὁ τυχὼν πιστεύει ἀλλ' ὁ πιστός. τὸ δὲ σημεῖον δίδοται τοῖς ἀπίστοις, ἵνα πιστεύσῃ οἷς ὁρᾷ, ἡ δὲ προφητεία, ἵνα καταδέξηται τὸ ῥηθὲν καὶ εὐλογήσῃ τὸν κύριον. ἄπιστον δὲ λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν κατηχούμενον. ἔστι δὲ ὅπου καὶ ὁ ὀλιγόπιστος καλεῖται ἄπιστος. 270 1 Kor 14,26 Ἕκαστος δι' ἧς ἔχει χάριτος παρὰ θεοῦ, διὰ ταύτης τὴν ἐκκλησίαν οἰκοδομείτω. 1 Kor 14,28 Εἰπὼν σιγάτω ἐδίδαξεν ὅτι πνεύματι ἁγίῳ λαλῶν ὅτε θέλει λαλεῖ καὶ σιωπᾷ ὡς καὶ οἱ προφῆται, οὐ μὴν οἱ κατεχόμενοι πνεύματι ἀκαθάρτῳ· ἐκεῖνοι γὰρ καὶ ὅτε οὐ θέλουσι λαλοῦσι καὶ ἃ οὐκ ἴσασιν. 1 Kor 14,29-32 ∆ιὰ τούτων δείκνυσιν ὅτι ταῖς ψυχαῖς τὸ πνεῦμα τὸ ἅγιον ἀπεκάλυπτε τὰ μυστήρια, κἀκεῖναι φωτισθεῖσαι ἀπεκάλυπτον ἀνθρώποις, οὐχ ὡς ἐν ταῖς μαντείαις οὐκ οἶδεν ὁ μάντις τί φθέγγεται. ἀπέδωκεν οὖν ἐκεῖνο τὸ πρῶτον ὃ ἔλεγεν, ὅτι ὅτε ἦτε ἔθνη πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἀνήγεσθε ἀπαγόμενοι. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, οἱ ἄλλοι δὲ διακρινέτωσαν, οἱ ἔχοντες τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω, ὡς ἐν αὐτοῖς ὂν ποτὲ μὲν σιγᾶν, ποτὲ δὲ λέγειν. καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. μὴ φοβηθῇς, φησίν, ἐὰν σιγήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάσσεσθαι. ∆ηλονότι οἱ ἔχοντες χαρίσματα τῆς διακρίσεως τῶν πνευμάτων. Μὴ φοβηθῇς ἐὰν σιωπήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάττεσθαι, ἵνα καὶ ἡ ἐκκλησία οἰκοδομὴν λάβοι καὶ ταραχὴ μὴ γίνεται πάντων ὁμοῦ λαλούντων. 271 1 Kor 15,1-2 Οὐ ξένον, φησί, λέγω, ἀλλ' ὅπερ ἐκήρυξα. καὶ οὐχὶ ἐγὼ μὲν ἐκήρυξα, ὑμεῖς δὲ οὐκ ἐδέξασθε, ἀλλ' ὃ καὶ παρελάβετε. καὶ οὐχὶ μάταιον παρελάβετε καὶ ἀνόνητον, ἀλλ' ἐν ᾧ σώζεσθε. μέλλων δὲ λέγειν ὅτι ἐγνώρισα ὑμῖν ὡς ὁ κύριος Ἰησοῦς ἀπέθανεν ὑπὲρ ἡμῶν, φησίν· τίνι δὲ λόγῳ τοῦτο τὸ εὐαγγέλιον, ἵνα πιστευθῇ ἡ ἀνάστασις· ἀπαρχὴ γὰρ Ἰησοῦς τῆς ἀναστάσεως ἀποθανὼν ὑπὲρ ἡμῶν. εἰ γὰρ μὴ ἔδει τὸν θάνατον ἀναιρεθῆναι, οὐκ ἂν ἐνηνθρώπησεν ὁ σωτήρ. ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε, ἀντὶ τοῦ πλὴν εἰ μὴ εἰκῇ ἐπιστεύσατε· ἐγὼ γὰρ λέγω ὅτι εἰ μὴ κατέχετε, φανερὸν ὅτι εἰκῇ ἐπιστεύσατε. Ὁ λόγος τοῦ εὐαγγελίου, ἡ ἐκ νεκρῶν ἀνάστασις ἧς ἡ ἀρχὴ ἡ τοῦ Χριστοῦ· εἰ γὰρ μὴ ἠβούλετο τὸν θάνατον ἀναιρεθῆναι ὁ θεός, οὐκ ἂν ἐνηνθρώπησεν. εἰ οὖν μὴ κατέχετε ἃ ἠκούσατε ἀλλ' ἀποβεβλήκατε, δῆλον ὡς εἰκῇ ἐπιστεύσατε. τὸ δὲ ἐκτὸς ἀντὶ τοῦ πλήν. 1 Kor 15,3 Τὸ ἐν πρώτοις εἶπεν ἀντὶ τοῦ πρὸ πάντων τοῦτο ὑμῖν παρέδωκα. Ἐν πρώτοις, πρὸ πάντων. οὐκ ἴδιον δὲ παρέδωκα ἐπιχείρημα ἀλλ' ὃ παρέλαβον ἐκ τῶν γραφῶν. ἐπιστώθη δὲ αὐτοψίᾳ, ὅτι Χριστὸς ἀποθανὼν ἀνέστη καὶ ἐκάλεσεν αὐτὸν ἐξ οὐρανῶν. 1 Kor 15,4 Πῶς ἐτάφη, εἰ σάρκα οὐκ εἶχεν κατὰ τοὺς αἱρετικούς; 1 Kor 15,6 Ἀντὶ τοῦ πλέον ἢ πεντακοσίοις. 272 1 Kor 15,8 Ἔκτρωμα δέ ἐστι τὸ πρὸ τοῦ διαμορφωθῆναι καὶ λαβεῖν τὸν προσήκοντα αὐτῷ χρόνον τὸν ἐν τῇ γαστρὶ ἐκβαλλόμενον, ὃ καὶ ζῆν οὐ δύναται. ἐπειδὴ τοίνυν ὡς ἐν γαστρὶ τὰ βρέφη πλάττεται, ἐν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος· ὁ δὲ Παῦλος ἐδίωκεν τὴν ἐκκλησίαν οὐ μορφούμενος ἐν νόμῳ εἰς τὸ τέλειον-ἐδίωκε γάρ-, διὰ τοῦτο ἔκτρωμα ἑαυτὸν ἐκάλεσεν, καὶ τοῦτο ἑξῆς ἐπιφέρει· διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ. Τὰ ἐκβαλλόμενα βρέφη πρὶν ἢ διαμορφωθῆναι ἐν τῇ γαστρὶ ἐκτρώματα καλεῖται. ἐπεὶ οὖν ἐν μὲν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος, ὁ δὲ Παῦλος ὡς οὐ μορφωθεὶς ἐν τῷ νόμῳ ἐδίωκε τὴν ἐκκλησίαν, διὰ τοῦτο ἑαυτὸν εἰκότως ἔκτρωμα ὀνομάζει. 1 Kor 15,9-10α Ἐλάχιστος ἐν τοῖς ἀποστόλοις, ἐπειδὴ