22
ὕπουλον, τὸν ἄλλα μὲν ἐπὶ στόματος φέροντα, ἕτερα δὲ ἐπὶ τῆς διανοίας, τὸν περικείμενον προσωπεῖον ἐπιεικείας, τὰ δὲ λύκων ἐπιδεικνύμενον, οὗ χεῖρον οὐκ ἂν γένοιτο οὐδέν. Ὁ μὲν γὰρ δῆλος ἐχθρὸς καὶ εὐφύλακτος γένοιτ' ἄν· ὁ δὲ συγκαλύπτων τὴν πονηρίαν καὶ χρώμενος τῇ κακίᾳ, δυσφώρατος ὢν, πολλὰ ἐργάζεται τὰ δεινά. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς, ἡνίκα ἂν παραγίνοιντο, νήφειν ἐκέλευσεν. Ἔρχονται γὰρ πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Ἐπειδὴ γὰρ ἀπὸ τοιούτων ἡ Ἐκκλησία συνείλεκτο, Ἑλλήνων, μάγων, ἀνδροφόνων, γοήτων, ψευστῶν, ὑπούλων, εἶπε δὲ, ὅτι μισεῖς καὶ ἀποστρέφῃ, δεικνῦσα, ὅτι οὐχ αὕτη κατὰ δικαιοσύνην καὶ κατορθώματα, ἀλλὰ κατὰ φιλανθρωπίαν ἀπαλλαγεῖσα ἐκείνων εἰς τὰ ἐνδότατα εἰσήγετο, ἐπήγαγεν· Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Ἵνα γὰρ μή τις λέγῃ· Πῶς οὖν σὺ ἡ τὰ καὶ τὰ ἐργασαμένη ἐσώθης; εἶπε τὸν τρόπον τῆς σωτηρίας, ὅτι ∆ιὰ τὴν πολλὴν φιλανθρωπίαν, διὰ τὴν ἄφατον ἀγαθότητα ἐσώθην. Ἀλλ' εἰσί τινες, οἳ οὐδὲ ἔλεον προσίενται, ἀνίατα νοσοῦντες, οἷοι ἦσαν οἱ Ἰουδαῖοι· ἡ γὰρ χάρις καὶ ὁ ἔλεος, κἂν χάρις ᾖ καὶ ἔλεος, ἀλλὰ τοὺς βουλομένους καὶ χάριν ἔχοντας σώζει, οὐ τοὺς ἀφηνιῶντας καὶ μὴ βουλομένους δέξασθαι τὴν δωρεὰν, οἷοι γεγόνασιν οἱ Ἰουδαῖοι, περὶ ὧν καὶ Παῦλος ἔλεγεν, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Εἶτα ἐπειδὴ εἶπε τὰ τοῦ Θεοῦ, λέγει καὶ τὰ παρ' ἑαυτῆς· Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Ὅταν γὰρ χάριτος ἀπολαύσω, καὶ τὰ παρ' ἐμαυτῆς εἰσενέγκω, ταύτην εἰσοίσω σοι τὴν θυσίαν, φησί· Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Οὐ καθάπερ οἱ πολλοὶ τῶν εὐχομένων, κνώμενοι, χασμώμενοι, ναρκῶντες, ἀλλὰ μετὰ φόβου καὶ τρόμου, φησίν. Ὁ γὰρ οὕτως εὐχόμενος, πᾶσαν κακίαν ἀποτίθεται, πρὸς πᾶσαν ἀρετὴν χειραγωγεῖται, τὸν Θεὸν ἵλεων καθίστησιν ἑαυτῷ. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου. Εἶπε τοὺς ὕμνους τοῦ Θεοῦ, τὸ μισοπόνηρον, τὸ φιλάνθρωπον, τὸ κηδεμονικὸν, εἶπε τὴν ἑαυτῆς σωτηρίαν, εἶπε τὸν τρόπον καθ' ὃν ἐσώθη, εἶπε τίνα μετὰ τὸ 55.67 σωθῆναι αὕτη εἰσήγαγεν· ἀπέστρεψε κακίας, ἐχειραγώγησε πρὸς ἀρετήν· χρηστὰς ὑπέφηνεν ἐλπίδας καὶ τοῖς ἐν πονηρίᾳ ζῶσιν, εἴ γε βουληθῶσι μεταβληθῆναι, ὡς ἐλέου δυναμένοις τυχεῖν· τρέπει τὸν λόγον εἰς αἴτησιν λοιπὸν λέγουσαν· Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· διὰ τούτων παιδεύουσα τὸν ἀκροατὴν πρότερον ὕμνους ἀναφέρειν εἰς τὸν Θεὸν, καὶ εὐχαριστεῖν ἐφ' οἷς εὖ πέπονθε· καὶ τότε ἅπερ βούλεται αἰτεῖν, καὶ πάλιν εὐχαριστεῖν, ἐφ' οἷς ἂν λάβοι. Ἀλλ' ἴδωμεν καὶ τίνα ἐστὶν ἃ αἰτεῖ. Μὴ γάρ τι βιωτικόν; μή τι ἐπίκηρον· μή τι τῶν παραῤῥεόντων; Μὴ περὶ πλούτου διαλέγεται; μὴ περὶ δόξης; μὴ περὶ δυναστείας; μὴ περὶ τιμωρίας ἐχθρῶν; Οὐδὲν τούτων. Ἀλλὰ τί; Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου. Ὁρᾷς πῶς οὐδὲν ἐπίκηρον αἰτεῖ, καὶ πῶς δεῖται τῆς ἄνωθεν συμμαχίας; Οἱ γὰρ ταύτην ὁδεύοντες τὴν ὁδὸν, ἐκείνης μάλιστα δέονται τῆς ῥοπῆς. ∆ικαιοσύνην δὲ ἐνταῦθα τὴν καθολικήν φησιν ἀρετήν. Καὶ καλῶς εἶπεν, Ἐν τῇ δικαιοσύνῃ σου. Ἔστι γὰρ καὶ ἀνθρώπων δικαιοσύνη, ἡ ἀπὸ τῶν νόμων τῶν ἔξωθεν, ἀλλ' εὐτελὴς, καὶ οὐκ ἔχουσα τὸ τέλειον καὶ ἀπηρτισμένον, καὶ ἐξ ἀνθρωπίνων συγκειμένη λογισμῶν. Ἐγὼ δὲ τὴν σὴν αἰτῶ δικαιοσύνην, τὴν ἀπὸ σοῦ κατενηνεγμένην τὴν εἰς τὸν οὐρανὸν χειραγωγοῦσαν, καὶ τὴν συμμαχίαν, ὥστε ταύτην ἐπισπᾶσθαι τὴν δικαιοσύνην. εʹ. Καλῶς δὲ εἶπε καὶ τὸ, Ὁδήγησον. Ὁδὸς γὰρ ὁ παρὼν βίος, δεόμενος τῆς ἄνωθεν χειραγωγίας. Εἰ γὰρ εἰς πόλιν μέλλοντες εἰσιέναι, δεόμεθα τοῦ γνωρίζοντος