ἵνα, ἐὰν πλήθη τῶν πολεμίων ἐπίθωνται τοῖς ἐν τῇ ἐνέδρᾳ, ἡ νὺξ καταλαβοῦσα καὶ τὸν πόλεμον διαλύσασα, ἀβλαβῆ τὸν ὑπὸ σὲ λαὸν διατηρήσῃς. 19.τ Περὶ καταστάσεως καὶ ἐξοπλίσεως καὶ γυμνασίας στρατοῦ 19.1 Εἰ δέ γε θαρρήσουσι κοῦρσον διαχωρίσαι, εὐφυῶς δεῖ σε τούτους ἐπιτηδεύσασθαι, ἀποστέλλων τῶν ὑπὸ σέ τινα ἀνδρείᾳ καὶ ἐμπειρίᾳ κεκοσμημένον μετὰ καθωπλισμένου λαοῦ καὶ ἐξαρκοῦντος τοὺς διεσκεδασμένους τῶν πολεμίων κατατρέχειν καὶ ἀναιρεῖν καὶ δεσμώτας ποιεῖν. Σοῦ δὲ μηδέποτε καταλυέτω ἡ παράταξις, ἵνα, εἰ συμβῇ φούλκοις πολεμίων περιτυχεῖν πλῆθος ἔχουσι λαοῦ, πρὸς φυλακὴν δηλαδὴ τῶν ἐξελαυνόντων πολεμίων ἐπακολουθοῦσι, τὴν ἰδίαν ἔχων παράταξιν συνισταμένην πόλεμον, μετὰ τῶν φούλκων συνάπτων στρατηγικῶς καὶ ἐμπείρως, ὡς ἐξεθέμεθα, καταγωνίσῃ τούτους καὶ τελείῳ παραδώσεις ἀφανισμῷ. 19.2 Ταῦτα δὲ εἰς σὴν ἀσφάλειαν, ὦ στρατηγέ, καὶ τοῦ λαοῦ φυλάττεσθαι ὑπεμνήσαμεν, εἴγε ὀλιγοστόν ἐστι τὸ ὑπὸ σὲ στράτευμα καὶ εὐαρίθμητον καὶ τοῦ τῶν πολεμίων κατὰ πολὺ ἐλαττούμενον. Εἰ δὲ περὶ τὰς ἓξ ἢ πέντε χιλιάδας ἀπαριθμεῖται τὸ ὑπὸ σὲ μάχιμον, μᾶλλον κατὰ πρόσωπον ἀντιτάξασθαι τοῖς πολεμίοις ἐπείχθητι. Καὶ οὕτως διὰ μηχανικῶν στρατηγημάτων καὶ ἐπιτηδεύσεων, εἰ χρὴ καὶ ἀδοκήτων κατ' αὐτῶν ἐπιθέσεων, καὶ εἰ καλῶς καὶ ἐμπείρως τὸν κατ' αὐτῶν μηχανήσῃ πόλεμον, ἔχων τὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀκαταμάχητον βοήθειαν συνεπαμύνουσαν, μεγάλα κατὰ τῶν ἐχθρῶν νίκης ἐργάσῃ τρόπαια. 19.3 Οὐκ ἐνὸν δὲ ἄλλως στρατηγικῶς καὶ ἐμπείρως πρὸς πόλεμον παρασκευασθῆναί σε, εἰ μὴ πρότερον ἐξασκήσεις καὶ ἐκπαιδεύσεις τὸ ὑπὸ σὲ στράτευμα, ἐθίζων αὐτὸ καὶ ἐγγυμνάζων εἴς τε τὴν τῶν ὅπλων μεταχείρισιν, καὶ πόνων καὶ ταλαιπωριῶν τὸ δριμύ τε καὶ ἐπίπονον καρτερεῖν· καὶ μὴ χαυνότητι καὶ ῥᾳθυμίᾳ μέθῃ τε καὶ τρυφαῖς καὶ ταῖς ἄλλαις ἀσωτίαις τὸ ἑαυτῶν πᾶν ἐπιτρέπειν. 19.4 Προσήκει γε μὴν τάς τε ῥόγας αὐτῶν καὶ σιτηρέσια ἀνελλιπῶς τούτους λαμβάνειν ἄλλας τε δωρεὰς καὶ εὐεργεσίας πλείους τῶν ἐθίμων καὶ διατετυπωμένων, ἵνα, τὸ ἀνενδεὲς ἔχοντες, ἐκ τούτων δύνωνται καὶ ἵππου καλλίστους ἐπικτᾶσθαι καὶ τὰς ἄλλας αὐτῶν πανοπλίας, καὶ χαιρούσῃ ψυχῇ καὶ προθύμῳ καὶ ἀγαλλομένῃ καρδίᾳ προκινδυνεύειν αἱρῶνται τῶν βασιλέων ἡμῶν τῶν ἁγίων καὶ παντὸς τοῦ χριστιανικοῦ πληρώματος. 19.5 Τὸ δὲ κρεῖττον πάντων καὶ ἀναγκαιότερον, ὅπερ τὸ πρόθυμον αὐτῶν διεγείρει καὶ τὴν ἀνδρείαν αὔξει καὶ τῶν ἀτολμήτων ἐρεθίζει κατατολμᾶν, τὸ τελείαν ἔχειν ἐλευθερίαν τὰς ἑαυτῶν οἰκίας καὶ τῶν ὑπηρετουμένων αὐτοῖς στρατιωτῶν καὶ τοὺς περὶ αὐτοὺς ἅπαντας. Τοῦτο γὰρ ἀρχῆθεν καὶ ἀπὸ παλαιοῦ εἰς αὐτοὺς καὶ συνετηρεῖτο καὶ διεφυλάττετο· καὶ εὑρήσεις τοῦτο νενομοθετημένον παρὰ τῶν πάλαι ἁγίων καὶ μακαρίων βασιλέων καὶ ἐν τοῖς τακτικοῖς βιβλίοις αὐτῶν ἐγγεγραμμένον. 19.6 Πρὸς δέ γε τῇ ἐλευθερίᾳ χρὴ αὐτοὺς καὶ τῆς δεούσης ἀπολαύειν τιμῆς καὶ μὴ καταφρονεῖσθαι καὶ ἀτιμοῦσθαι· αἰσχύνομαι γὰρ εἰπεῖν καὶ τύπτεσθαι τοὺς τοιούτους ἄνδρας, τοὺς μὴ προτιμῶντας τῆς ἰδίας ζωῆς ὑπὲρ θεραπείας τῶν ἁγίων βασιλέων καὶ τῆς τῶν Χριστιανῶν ἐλευθερίας καὶ ἐκδικήσεως· καὶ ταῦτα παρὰ φορολόγων ἀνθρωπαρίων καὶ μηδεμίαν τῷ κοινῷ προξενούντων ὠφέλειαν, ἀλλ' ἢ μόνον ἐκπιεζόντων καὶ ἐκτριβόντων τοὺς πένητας καὶ ἐξ ἀδικίας καὶ πολλῶν αἱμάτων πενήτων ἑαυτοῖς πολλὰ τάλαντα χρυσίου ἐπισυναγόντων. 19.7 ∆εῖ δὲ αὐτοὺς μηδὲ παρὰ τῶν θεματικῶν κριτῶν ἀτιμοῦσθαι καὶ ὡς ἀνδράποδα κατασύρεσθαι καὶ μαστίζεσθαι, δεσμά τε καὶ κλοιάὢ τῆς συμφορᾶςπεριτίθεσθαι τοὺς ἐκδίκους καὶ μετὰ Θεὸν σωτῆρας Χριστιανῶν καὶ ὑπὲρ τῶν ἁγίων βασιλέων καθ' ἑκάστην, ὡς εἰπεῖν, ἀποθνήσκοντας, αὐτοῦ τοῦ νόμου παρακελεύοντος ἕκαστον ἄρχοντα τοῦ ἰδίου λαοῦ ἐξουσιάζειν καὶ τούτους κρίνειν. 19.8 Καὶ τίνος ἑτέρου ἆρα λαὸς οἰκεῖος ὁ τοῦ θέματος, εἰ μὴ μόνου τοῦ στρατηγοῦ, ὃν ὁ βασιλεὺς ὁ ἅγιος ἐν αὐτῷ προχειρίσεται; διὰ τοῦτο γὰρ καὶ ἀπὸ τῶν ἀρχαιοτάτων Ῥωμαίων καὶ τοῦ νόμου τὴν τοῦ ἰδίου